1

 2

2

ἀναστήσαντι ἐν τῷ πτώματι τοῦ ἀντικειμένου. ἀλαλάζωμεν, ἀλαλαγμὸς δέ ἐστιν ἐπινίκιος εὐφημία παρὰ τῶν κεκρατηκότων ἐγειρομένη κατὰ τῶν ἡττημένων. ἐπεὶ οὖν πέπτωκεν ἡ τοῦ πολεμίου παράταξις καὶ αὐτὸς ἐκεῖνος ὁ τὸ κράτος ἔχων τῆς πονηρᾶς τῶν δαιμόνων στρατιᾶς οἴχεται καὶ ἠφάνισται καὶ εἰς τὸ μὴ ὂν ἤδη μετακεχώρηκεν, εἴπωμεν ὅτι Θεὸς μέγας κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν ὁ Εὐλογήσας τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητος αὐτοῦ καὶ συναγαγὼν ἡμᾶς εἰς τὴν πνευματικὴν ταύτην χοροστασίαν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.