1

 2

 3

 4

2

μήτραν ἅγιον τῷ κυ ρίῳ κληθήσεται.» Ταῦτα ὁ νόμος ἔχει. Ὁ Χριστὸς δέ, καθὰ ἔφημεν, ὡς νομοθέτης τὸν ἑαυτοῦ νόμον ὑπὲρ νόμον ἐπλήρωσεν· οὐδὲ γὰρ ἤνοιξεν, ἀλλὰ κεκλεισμένην τὴν πύλην τῆς παρθένου κατέλιπεν, οὐκ ἐσύλησε τὴν σφραγῖδα τῆς φύσεως, οὐκ ἐζη μίωσε τὴν τεκοῦσαν· ἀκέραιον γὰρ αὐτῇ τὸ σχῆμα τῆς παρθε νίας κατέλιπεν. Εἰ δὲ ἀπιστεῖς, παρὰ τοῦ Ἰεζεκιὴλ μάνθανε· «Καὶ ἀπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξω τέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ ἔσται κεκλεισμένη.» «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυ ρίῳ κληθήσεται.» Οὗτος δὲ οὐ μόνον ἅγιος. Ὅσον τοίνυν ὑπερέχει τῷ ἁγιασμῷ, τοσοῦτον καὶ τῷ τόκῳ πλεονεκτεῖ καὶ τοῦ νόμου τὴν ἐντολὴν ἀναβέβηκεν. Πλὴν δὲ ὅμως «τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἀτελῆ τὸν νόμον ὁ Λουκᾶς οὐκ ἀγνοίᾳ κρατηθείς, σοφίᾳ δὲ ὁδηγηθεὶς ἐξέθετο. Ὁ μὲν νό μος ἔλεγεν· «ἀμνὸν καὶ νεοσσόν»· οὐκ εὐποροῦντος δὲ τοῦ προσφέροντος, «ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν καὶ σεμίδαλιν» προσέταττεν. Ὁ Λουκᾶς δὲ τὴν τοῦ πλουτοῦν τος ἀφῆκεν προσφοράν· πτωχοῦ γὰρ ἐμνημόνευσε τοῦ δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντος. Οὐκ ἦν αὐτῷ, φησίν, κατάλυμα· πόθεν ἀμνὸν ἐκέκτητο; Ἐπὶ φάτνης σπαργανωθείς, πόθεν προσέφερε πρόβατον; Μᾶλλον δὲ οὐκ ἔχρῃζεν ἀμνοῦ· αὐτὸς γὰρ ἦν «ὁ ἀμνὸς τοῦ θεοῦ», τὸ ἀληθινὸν πρόβατον. Αὐτὸς ἑαυ τὸν ὑπὲρ τοῦ κόσμου ἔθυεν· διὰ τοῦτο τί μὲν ὁ νόμος προσέταττεν ἐξηγόρευσεν, τί δὲ ὁ Χριστὸς οἰκονομεῖ ἐσήμανεν.

4 Εἶτα ἑξῆς· «Καὶ ἰδοὺ ἄνθρωπος», φησίν, «ἐν Ἰερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ, καὶ Πνεῦμα ἅγιον ἦν ἐπ' αὐτῷ· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» Πολὺς ὁ τοῦ Συμεὼν πλοῦτος, ποικίλα τοῦ στρατηγοῦ τὰ ὅπλα, γέμει καρπῶν τὸ φυτόν, γέμει βοτρύων ἡ ἄμπελος. Οὐ μόνον «ἦν ἄνθρωπος», ἀλλὰ καὶ «Συμεὼν ὠνομάζετο». Πρὸς τούτοις «δί καιος» οὐ μόνον «δίκαιος», ἀλλὰ καὶ «εὐλαβής», ἀλλὰ καὶ πα ράκλησιν ἐζήτει τῷ Ἰσραήλ, ἀλλὰ καὶ «Πνεῦμα ἅγιον ἦν ἐπ' αὐ τῷ», ἀλλὰ καὶ «χρηματισθεὶς ὑπῆρχεν μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» «Ἰδοὺ ἄνθρωπος»· ποῦ; «Ἐν Ἰερουσαλήμ». Ἔκπληξιν ἡ λέξις ἔχει, γέμει τὸ ῥῆμα θαύματος· ἐν Ἰερουσαλὴμ ἄνθρωπος περὶ ἧς Σοφονίας ὁ προφήτης τὸν θεὸν αὐτὸν εἰσήγαγε λέγοντα· «Ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου καὶ οὐ μὴ εὕρω.» Καὶ λύχνου χρῄζει τὸ φῶς; Οὔ φησιν, ἀλλὰ λύχνον καλεῖ τὸν νόμον. «Καὶ ἰδοὺ ἄν θρωπος ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Καὶ τίς ἡ ἑρμηνεία τοῦ δηλωθέντος ὀνόματος; «Ἀκοὴ θεοῦ», ὥστε πρέπουσαν τῇ πολιτείᾳ τὴν προσηγορίαν ἐκ τῆς τοῦ πνεύματος οἰκονομίας ἐ κτήσατο· ὅπου γὰρ «ἀκοὴ θεοῦ», ἐκεῖ πάντως ὑπακοὴ νόμου, τήρησις ἐντολῶν, ἀγαθοῦ βίου δρόμος, σκοπὸς σωτηρίας εἰς τέ λος προσερχόμενος· ἐν οἷς ὁ ἀληθινὸς χαρακτηρίζεται ἄνθρω πος, περὶ οὗ ταῦτα κατὰ λόγον ἐπήγαγεν.

5 «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχό μενος παράκλησιν τοῦ Ἰσραήλ»· τοῦτο δικαίου σκοπὸς μὴ ζητεῖν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ ἑτέρου καὶ τῶν πολλῶν, τῆς κοι νῆς σωτηρίας μὴ τῆς ἰδίας ἀπολαύσεως γίνεσθαι. «Καὶ Πνεῦμα», φησίν, «ἅγιον ἦν ἐπ' αὐτῷ»· ὄχημα ὑπῆρχε δεσποτικὸν ὁ Συμεών, θρόνος θεοῦ, καὶ διὰ τοῦτο μετὰ χεῖρας τὸν βασιλέα τῶν αἰώνων ἐδέξατο. «Καὶ ἦν αὐτῷ κεχρηματισμένον μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου»· οὐκοῦν ὁ χρηματισμὸς ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῆναι, ἀπὸ φωτὸς ὁδεῦσαι πρὸς φῶς, ἀπὸ ἡμέρας εἰς ἡμέραν μεταπηδῆσαι, μὴ παλαιωθῆναι, ἀλλ' ἀνακαινισθῆναι, ἐν τῷ