1

 2

 3

3

θανάτου τοὺς νεκροὺς ἀποσπῶντα. Πόσα ἀνέδωκας δῶρα, ζητῶν εὑρεῖν ἐν λυπηροῖς βοηθόν; Ἀμισθὶ τοῦτον εὗρες καὶ τὸ βλέμμα πρὸς τὴν εὕρεσιν κλείεις. Οὐκοῦν ἐπειδὴ σὺ φιλοζήμιος, ἄφες τοῖς βουλομένοις τὸ κέρδος, συγχώρησον τὸν Λάζαρον ζῆν, μὴ γένῃ τοῦ θανάτου τοῖς ἀνθρώποις πικρότερος οὓς ἐκεῖνος ἀπέλυσε πρὸς αὐτὸν ἀπελαύνων, μὴ ποιήσῃς τό σοι συζῆν ἀνελπιστότερον τάφου. Ἔσχεν ἐλπίδα ζωῆς ὁ νεκρὸς ἐν τῷ τάφῳ καὶ οὐδὲ τὰ σπάργανα ζημιωθεὶς ἀνεβίω· σοὶ δὲ συζῶν ἣν ἔσχε δωρεὰν ἐν τῷ τάφῳ κινδυνεύει ἀπολέσαι.

9 Τί τὸν λόγον περὶ τὴν τῶν Ἰουδαίων ἀσχολῶ πονηρίαν, τῆς ἐγέρσεως Λαζάρου πρὸς τὴν τῆς ἀναστάσεως μνήμην με παραπεμπούσης; Ὅταν τινάσσωνται τάφοι τοὺς νεκροὺς ἀπαιτού μενοι, ταράττεται γῆ σειομένη τῷ φόβῳ, σαλπίγγων ἐξ οὐρανοῦ τοῖς ἀνθρώποις ἀλαλάζουσι κτύποι· «Σαλπίσει γάρ», φησίν, «καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.» Ἀστράπτων ἐκεῖθεν ἐξ οὐρανοῦ ὁ κριτὴς καταβαίνει, τὰ τῶν ἀγγέλων τοῦ κριτοῦ προτρέχει στρατόπεδα τῷ τῶν γινομένων ταραττόμενα φόβῳ· «αἱ δυνάμεις γάρ», φησίν, «τῶν οὐρανῶν σαλευθήσονται»· ἀπάντησις δικαίων ἐν νεφέλαις μετάρσιος, θρῆνος δαιμόνων συρομένων εἰς κρίσιν, πενθήρης διάβολος προσαγόμενος δέσμιος, ἑλκόμενοι τύραννοι πρὸς φοβερὸν λογοθέσιον, πλουτούντων ἁρπαγαὶ κολαζόμεναι, πενήτων ὑπομοναὶ στεφανούμεναι, ἐξομολογούμεναι συμμορίαι βασιλέων, ἱερέων ἐρευνώμενοι βίοι, τάγματα παρθένων τιμώμενα, πομπευόμεναι κεκρυμμέναι πορνεῖαι, σωφρόνων τιμωμένη σεμνότης, ἀκολασία κολαζομένη μοιχῶν, χρηστότης μακροθύμων στεφανουμένη, καταλάλων ἔλεγχος ἀφανής, μετανοησάντων γνησίως μακαριζόμενοι δῆμοι, ὑποκριτῶν εἰρωνεία μαστιζομένη.

10 Οὐκ ἐμὸς ὁ λόγος, ἠκούσατε πάντες πᾶσι κεκραγότος τοῦ Παύλου· «Πάντες παραστησόμεθα τῷ βήματι» «τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὰ εἴτε κακά». Τῇ τούτων τοίνυν πάντες ῥυθμιζόμενοι μνήμῃ, μάρανον τὴν ἡδονήν, ὁ φιλήδονος· ὕλη γάρ ἐστι τοῦ τῆς γεέννης πυρός. Κόλασον, ὁ τρυφητής, τὴν γαστέρα· καύσιμον γὰρ γαστριμαργία φορτίον, καὶ τοῦτο μεμφόμενος ὁ προφήτης Σοδομίταις ἐβόα· «Πλήν», φησίν, «τοῦτο ἀνόμημα Σοδόμων ὅτι εὐθηνίᾳ καὶ πλησμονῇ ἄρτων ἐσπατάλων.» Μίσησον πλεονεξίαν, ὁ πλούσιος, ὡς καλάμην τῆς ἀσβέστου φλογώσεως. Νευρώθητι πρὸς καρτερίαν, ὁ πένης· ὑπομονὴ γὰρ εὐσεβὴς γεέννης κατάψυξις. Μετάμαθε τὴν ἀσέβειαν, ὁ Ἕλλην· μόνῳ γὰρ πυρὶ χρησιμεύου σιν ἄκανθαι. Ἀνάζησον ἐξ αἱρετικῶν δογμάτων ὡς ἐκ τάφων, αἱρετικέ, πρὶν ἐλθεῖν τὴν τοῖς νεκροῖς βοῶσαν ἐκείνην φωνήν· «Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ», Χριστὸς ὁ θεὸς ἡμῶν, «ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς». Αὐτὸν δοξάσωμεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.