1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

16

ἀλλά σε ἀντιβολῶ, μή σοί τις περιττὴ εἶναι δόξω καὶ φανητιῶσα· οὐ γὰρ διδάσκουσά σε, ἀλλ' ὑπομιμνήκουσα τὸν ἐμὸν ἐν θεῷ πατέρα τούτους παρεθέμην τοὺς λόγους· γινώσκω γὰρ τὰ ἑαυτῆς μέτρα καὶ οὐ συμπαρεκτείνω ἑαυτὴν τοῖς τηλικούτοις ὑμῖν. ἀσπάζομαί σου τὸν ἅγιον κλῆρον καὶ τὸν φιλόχριστόν σου λαὸν τὸν ὑπὸ τὴν σὴν κηδεμονίαν ποιμαινόμενον. πάντες οἱ παρ' ἡμῖν πιστοὶ προσαγορεύουσίν σε, ὑγιαίνειν με κατὰ θεὸν προσεύχου, μακάριε ποιμήν.