Μαρτύριον τῶν Ἁγίων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Eὐελπίστου, Ἱέρακος, Παίονος, Λιβεριανοῦ, καὶ τῆς

 Ῥούστικος ἔπαρχος Ἱέρακι εἶπεν· Χριστιανὸς εἶ Ἱέραξ εἶπεν· Ναί, Χριστιανός εἰμι τὸν αὐτὸν θεὸν προσκυνῶν. Ῥούστικος ἔπαρχος εἶπεν· Ἰουστῖνος ὑμᾶς ἐπο

Ῥούστικος ἔπαρχος Ἱέρακι εἶπεν· Χριστιανὸς εἶ; Ἱέραξ εἶπεν· Ναί, Χριστιανός εἰμι τὸν αὐτὸν θεὸν προσκυνῶν. Ῥούστικος ἔπαρχος εἶπεν· Ἰουστῖνος ὑμᾶς ἐποίησε Χριστιανούς; Ἱέραξ εἶπεν· Ἔκπαλαι ἤμην Χριστιανός. Παίων ἑστὼς εἶπεν· Κἀγὼ Χριστιανός εἰμι. Ῥούστικος εἶπεν· Τίς σε ἐδίδαξεν; Παίων εἶπεν· Ἀπὸ τῶν γονέων παρειλήφαμεν. Eὐέλπιστος εἶπεν· Ἰουστίνου μὲν ἡδέως ἤκουον τὸν λόγον, παρὰ τῶν γονέων δὲ παρείληφα Χριστιανὸς εἶναι. Ῥούστικος εἶπεν· Ποῦ εἰσιν οἱ γονεῖς σου; Eὐέλπιστος εἶπεν· Ἐν Καππαδοκίᾳ. Ῥούστι κος ἔπαρχος Ἱέρακι λέγει· Oἱ σοὶ γονεῖς ποῦ εἰσιν; Ἱέραξ εἶπεν· Ἐτελεύτησαν. ἐγὼ δὲ ἀπὸ ἱκανοῦ χρόνου τῆς Φρυγίας ἀπεσπάσθην. Ῥούστικος ἔπαρχος Λιβεριανῷ εἶπεν· Μὴ καὶ σὺ Χριστιανὸς εἶ; Λιβεριανὸς εἶπεν· Κἀγὼ Χριστιανός εἰμι εὐσεβῆς. Ὁ ἔπαρχος Ἰουστίνῳ λέγει· Ἐὰν μαστιγωθεὶς ἀποκεφαλισθῇς, πέπεισαι ὅτι μέλλεις ἀναβαίνειν εἰς τὸν οὐρανόν; Ἰουστῖνος εἶπεν· Ἐλπίζω ἐκ τῆς ὑπομονῆς ἐὰν ὑπομείνω· οἶδα δὲ ὅτι καὶ τοῖς ὀρθῶς βιώσασιν παραμένει τὸ θεῖον χάρισμα μέχρι τῆς ἐκπυρώσεως. Ῥούστικος ἔπαρχος εἶπεν· Τοῦτο οὖν ὑπονοεῖς, ὅτι ἀναβήσῃ; Ἰουστῖνος εἶπεν· Oὐχ ὑπονοῶ, ἀλλ' ἀκριβῶς πέπεισμαι. Ῥούστι κος ἔπαρχος εἶπεν· Eἰ μὴ πείθεσθε, τιμωρηθήσεσθε. Ἰουστῖνος εἶπεν· ∆ι' εὐχῆς ἔχομεν τιμωρηθέντες σωθῆναι. Ῥούστικος ἔπαρχος ἀπεφήνατο· Oἱ μὴ βουληθέντες ἐπιθῦσαι τοῖς θεοῖς, φραγελ λωθέντες ἀπαχθήτωσαν τῇ τῶν νόμων ἀκολουθίᾳ. Oἱ δὲ ἅγιοι μάρτυρες δοξάζοντες τὸν θεόν, ἐξελθόντες ἐπὶ τὸν συνήθη τόπον ἐτελείωσαν τὸ μαρτύριον ἐν τῇ τοῦ σωτῆρος ἡμῶν ὁμολογίᾳ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύ ματι νῦν καὶ εἰς αἰῶνας τῶν αἰώνων. ἀμήν.