1

 2

 3

 4

 5

 6

5

γεγαμηκέναι, τὸ δὲ πικρὰν ὑπομένειν δουλείαν. Ἠρρώστησεν τὸ παιδίον, φόβος οὐ μικρός· ἀπῆλθεν ἄωρον, πένθος ἀπαραμύθητον· καὶ καθ' ἑκάστην ἡλικίαν διάφοροι φροντίδες ὑπὲρ αὐτῶν. καὶ φόβοι καὶ πόνοι πολλοί. ∆εινὸν πενιχροτέραν λαβεῖν γυναῖκα, δεινὸν εὐπορωτέραν· τὸ μὲν γὰρ εἰς τὴν οὐσίαν ἔβλαψεν, τὸ δὲ εἰς αὐθεντίαν καὶ ἐλευθερίαν τὸν ἄνδρα. Τί δεῖ λέγειν τὰς τῶν οἰκετῶν μοχθηρίας; Βίος οὖν ἄρ' οὗτος, ὦ Θεόδωρε, εἰς τοσαῦτα μερίζεσθαι ψυχὴν μίαν, τοσούτοις δουλεύειν, τοσούτοις ζῆν, ἑαυτῷ δὲ μηδέποτε. Ἀλλ' οὐδὲν τούτων ἐστίν, ὦ φίλε Θεόδωρε, παρ' ἡμῖν καὶ αὐτόν σε μάρτυρα καλῶ. Ὅτε γὰρ τὸν βραχὺν ἐκεῖνον χρόνον ἀνακύψαι τῶν κυμάτων ἠθέλησας, οἶσθα πόσης εὐφροσύνης ἀπέλαυσας καὶ χαρᾶς. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἐλεύθερος ἀλλ' ἢ μόνος ὁ Χριστῷ ζῶν. Οὗτος ἁπάντων ἀνώτερος ἕστηκεν τῶν δεινῶν· ὅταν αὐτὸς ἑαυτὸν ἀδικῆσαι μὴ βούληται, ἕτερος τούτῳ οὐκ ἰσχύσει βλάψαι ποτέ, ἀλλ' ἔστιν ἀνάλωτος, οὐ ζημίᾳ χρημάτων δακνόμενος· ἔμαθεν γὰρ ὅτι «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνησόμεθα»· οὐ πόθῳ φιλοτιμίας ἢ δόξης ἁλισκόμενος· ἔμαθεν γὰρ ὅτι «Ἡμῖν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει». Οὐ λοιδορῶν τις λυπεῖ, οὐ τύπτων παροξύνει· μία συμφορὰ Χριστιανῷ μόνη, τὸ προσκροῦσαι θεῷ· τὰ δὲ ἄλλα, οἷον χρημάτων ἀποβολήν, πατρίδος στέρησιν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον, οὐδὲ εἶναί τι νομίζει δεινόν. Καὶ ὃ πάντες πεφρίκασιν, τὸ ἐνθένδε ἐκεῖ ἀπελθεῖν, τοῦτο ἐκείνῳ τοῦ ζῆν ἥδιον. Ὥσπερ γὰρ ἄν τις εἰς ἄκρον σκόπελον ἀνελθὼν θεωρῇ τὴν θάλασσαν, καὶ τοὺς ταύτην πλέοντας, τοὺς μὲν ὑπὸ κυμάτων βαπτιζομένους, τοὺς δὲ ὑφάλοις προσαράσσοντας, ἄλλους δὲ ἑτέρωθι μὲν σπεύδοντας, ἑτέρωθι δὲ ἀγομένους, ὥσπερ δεσμίους τῇ τοῦ πνεύματος ῥύμῃ, καὶ πολλοὺς μὲν ὑποβρυχίους γινομένους, ἐνίους δὲ ἐπὶ σανίδος μιᾶς ἢ ἐπί τινος τῶν ἀπὸ τοῦ πλοίου φερομένους καὶ τοὺς μὲν ἀντὶ πλοίου καὶ πηδαλίου ταῖς χερσὶν χρωμένους μόναις, ἄλλους δὲ νεκροὺς ἐπιπλέοντας, πολυειδῆ τινα καὶ πολυπρόσωπον συμφοράν· οὕτω δὴ καὶ ὁ Χριστῷ στρατευόμενος, τῆς ταραχῆς τοῦ βίου καὶ τῶν κυμάτων ἑαυτὸν ὑπεξαγαγὼν καθῆται μὲν ἐν ἀσφαλεῖ καὶ ὑψηλῷ χωρίῳ. Τί γὰρ ἀσφαλέστερον καὶ ὑψηλότερον τοῦ μίαν ἔχειν φροντίδα, πῶς ἀρέσαι δεῖ θεῷ; Εἶδες, Θεόδωρε, τὰ ναυάγια τῶν ταύτην τὴν θάλατταν πλεόντων· διό, παρακαλῶ, φεῦγε τὸ πέλαγος, φεῦγε τὰ κύματα, καὶ ὑψηλὸν κατάλαβε χωρίον, ὅθεν οὐκ ἔστιν ἁλῶναι. Ἀνάστασις ἔστιν, Θεόδωρε, κρίσις ἔστιν, φοβερὸν κριτήριον ἡμᾶς ἐνθένδε ἐξελθόντας μένει. «Πάντας ἡμᾶς παραστῆναι δεῖ τῷ βήματι τοῦ Χριστοῦ». Οὐ μάτην ἠπείληται γέεννα, οὐκ εἰκῆ τοσαῦτα ἡτοίμασται ἀγαθά. Σκιά, καὶ σκιᾶς οὐδαμινέστερα τοῦ βίου τὰ πράγματα, πολλῶν μὲν γέμοντα φόβων, πολλῶν δὲ κινδύνων, ἐσχατῆς δὲ καὶ † δουλείας. Μὴ δὴ ζημιω θῇς καὶ τοῦτον κἀκεῖνον τὸν αἰῶνα, ἐξὸν ἀμφοτέρους κερδᾶναι, εἰ βούλοιο. Ὅτι δὲ καὶ τὰ ἐνθάδε κερδαίνουσιν οἱ Χριστῷ ζῶντες, διδάσκει Παῦλος λέγων· «Ἐγὼ δὲ ὑμῶν φείδομαι.» Καὶ πάλιν· «Τοῦτο δὲ λέγω πρὸς τὸ ὑμῖν συμφέρον.» Ὁρᾷς τοίνυν, ὦ Θεόδωρε, ὅτι καὶ ἐνταῦθα τοῦ γεγαμηκότος ἀνώτερος ὁ τὰ τοῦ Κυρίου μεριμνῶν; Οὐκ ἔστιν ἀπελθόντα ἐκεῖ μετανοῆσαι. Οὐδεὶς ἀθλητής, ἐπειδὰν ἐξέλθῃ τὸ στάδιον καὶ διαλυθῇ τὸ θέατρον, πάλιν δύναται ἀναπαλαίειν ἢ ἀγωνίσασθαι. Ταῦτα ἀεὶ λογίζου καὶ τὴν ὀξεῖαν τοῦ πονηροῦ μάχαιραν συντρίψεις δι' ἧς πολλοὺς ἀναιρεῖ· αὕτη δέ ἐστιν ἀπόγνωσις, διότι τοὺς καταβληθέντας ἐκκόπτει τῆς ἐλπίδος. Ἰσχυρὸν τοῦτο τὸ ὅπλον αὐτοῦ καὶ τοὺς ἁλόντας ἑτέρως οὐ κατέχει ἀλλ' ἢ τούτῳ δεσμεύων τῷ δεσμῷ, ὃν ἐὰν ἐθέλωμεν, θεοῦ χάριτι, διαρρῆξαι δυνησόμεθα ταχέως. 6 Οἶδα τὸ μέτρον ἐξελθὼν τῆς ἐπιστολῆς, ἀλλὰ συγγνῶθι· οὐ γὰρ οὐχ ἑκὼν εἰς τοῦτο προῆλθον, ἀλλ' ὑπὸ τῆς λύπης καὶ τῆς ἀγάπης ἀναγκασθείς, δι' ἣν καὶ ταύτην ἐβιασάμην ἐμαυτὸν γράψαι τὴν ἐπιστολήν, πολλῶν κωλυόντων καὶ λεγόντων· «Παῦσαι ματαιοπονῶν καὶ κατὰ πετρῶν οἷον σπείρων.» Ταῦτα ἔλεγόν μοι πολλοί. Ἐγὼ δὲ οὐδενὸς ἤκουσα· ἐλπὶς γάρ, ἔφην πρὸς ἐμαυτόν, θεοῦ θέλοντος,