1

 2

 3

2

μὴ παύσῃ καταλέγων τῇ ἑαυτοῦ ψυχῇ. Γράψον τὸ μικρὸν τοῦτο λογάριον ἐν τῇ καρδίᾳ σου· δῆσον αὐτὸ περὶ τῷ σῷ τραχήλῳ. Κρεῖττόν ἐστι διαδήματος βασιλικοῦ· τοῦτο εἰς κόλασιν ἄγει, ἐκεῖνο ζωὴν αἰώνιον προξενεῖ. Ταῦτα μελέτα· ἐν τούτοις ἴσθι διαπαντός. Ἐὰν ἐν τούτοις ᾖς, ἐν τοῖς ἐναντίοις οὐχ εὑρίσκῃ ποτέ· εἰ δὲ ἐν τούτοις οὐ κατανύσσῃ, ἐν τίνι ἁλισθήσεται ἡ καρδία σου; Ὅτι κἂν ἐγγὺς ᾖ ἡμέρα Κυρίου, φοβηθῶμεν καὶ ἡσυχάσωμεν. Ὁ θέλων ἄμωμος εἶναι ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι, τί ἄλλο πράττειν ὀφείλει, εἰ μὴ διαπαντὸς ἡσυχάζειν καὶ εὔχεσθαι καὶ σιωπᾷν καὶ καταφρονεῖν ἁπάντων τῶν ἐπὶ τῆς γῆς; Ὁ γὰρ τοῦτο θέλων κατορθῶσαι, θεὸν ἑαυτὸν ποιεῖ ἐπὶ τῆς γῆς, κατὰ τὸν εἰπόντα, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ. Ἴδε ἐτεκνοποιήθημεν ὑπὸ τοῦ Θεοῦ· τί δικαιότερον, ἢ υἱὸν μιμήσασθαι πατέρα; Εἰ τέκνον γνήσιον εἶ, ἀκολούθησον προστάγμασι πατρικοῖς, καὶ μάλιστα δικαίοις οὖσι καὶ ὠφελίμοις.

Ὁ ἔχων πρὸς δαίμονας μάχην, τί ὀφείλει ποιεῖν, ἢ ἀδιαλείπτως προσεύχεσθαι; ὁ καθ' ἡμέραν κινδυνεύων ψυχῇ καὶ σώματι, τί ἄλλο πράττειν ὀφείλει, ἢ ἀγωνιᾷν καὶ δέεσθαι τοῦ Θεοῦ; Ἀλλὰ λέγεις, τὰ πάθη τυραννοῦσί με, καὶ ὁ φόβος τύραννός ἐστι. Τύραννος τυράννῳ ἀντιπίπτει. Σείει μόνον τὴν γῆν, καὶ ἅπαντες τρέμουσι. Τίς οὐ φοβεῖται τὸν ποταμὸν τοῦ πυρός; Μία ἡμέρα τοῦ σκότους ὑπὲρ ὅλα τὰ ἐν βίῳ κακά· καταφρόνει οὖν τῶν ἐνταῦθα ὡς ἀπαραμυθήτων. Ὕβρισέ τις, ἢ ἐτύπτησεν; ἔλπισον ἐπὶ Κύριον, ὅτι πολύν σοι παρέξει τῆς ὑπομονῆς τὸν μισθόν. Ἀπὸ τῆς ἐλπίδος ἡ πίστις, ἀπὸ τούτων ἡ ἀγάπη· ὅτι μικροῦ λόγου καὶ μικρᾶς ὑπομονῆς ὁ ∆εσπότης παράδεισόν σοι χαρίζεται, ὡς ἀθλητήν σε στέφει διὰ πόμα ψυχρόν· ἡ γὰρ πίστις σου πολλοῦ ἀξία ἐστί. Τὴν ἀρετὴν ποίησον σεαυτῷ νύμφην, καὶ ἐγκράτειαν καὶ σωφροσύνην, παῖδάς σου ζῶντας καὶ 62.744 προάγοντας εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Ἀνισταμένη τῷ πρωῒ ἡ ψυχή σου ὀρθριζέτω πρὸς τὸν Κύριον, καὶ ἑσπέρας ἀναχωροῦσα, ἀναπαυέσθω ἐπὶ κλίνης πνευματικῆς, ἐπὶ λογισμοῖς εὐσεβέσιν, ἐπὶ ἐλπίδι τοῦ Θεοῦ, ἐπὶ ἀπαθείᾳ καὶ καθαρωσύνῃ· διότι τὰ προστάγματα τοῦ Θεοῦ φῶς εἰσι καὶ ζωὴ καὶ ἀνάπαυσις, εὐλογία καὶ δικαιοσύνη· τὰ δὲ ἐντάλματα τοῦ Σατανᾶ σκότος καὶ θάνατος, κόλασις καὶ ἁμαρτία καὶ κατάρα. Ἐν σοί ἐστιν ἢ τούτοις ἢ ἐκείνοις ἀκολουθῆσαι. Ἐὰν ταῖς τοῦ Κυρίου ἐντολαῖς ἀκολουθήσῃς, ὅλα σοι τὰ καλὰ πάντα, τὸ φῶς, ἡ ζωὴ, ἡ ἀνάπαυσις, ἡ εὐλογία, τῆς δικαιοσύνης ὁ στέφανος· ἐὰν δὲ ταῖς τοῦ Σατανᾶ πεισθῇς, τὰ ἐναντία τούτων ἀπαντᾷ σοι. Τίς οὖν ἄφρων αἱρεῖται αἰσχύνην καὶ ὄνειδος μετὰ κολάσεων αἰωνίων, ἀντὶ δόξης καὶ ἐπαίνων καὶ ἀθανάτου τρυφῆς; Ἀνάστα, σπεῦσον, δράμε, ἐπείχθητι· ὁ γάμος ηὐτρέπισται, οἱ ταῦροι τεθυμένοι εἰσὶ, τὰ σιτιστὰ ἕτοιμά σε περιμένουσιν, οἱ ἀριστηταὶ, καθὼς γέγραπται, Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Σπούδασον, ἵνα καταλάβῃς. Ἰδοὺ ἡ χαρὰ, ἰδοὺ ἡ ἀνάπαυσις, ἰδοὺ τὸ φῶς, ἰδοὺ ἡ ζωὴ, ἰδοὺ ἡ δόξα, ἰδοὺ ἡ τρυφὴ, ἰδοὺ τὰ ἀληθῆ καὶ αἰώνια, ἰδοὺ τὰ μεγάλα καὶ θαυμαστὰ, ἰδοὺ πάντα ὡς θέλεις, μᾶλλον δὲ καὶ ὑπὲρ ὃ θέλεις. Γνῶθι μόνον ὅτι ἐθαυμάστωσε τοὺς ὁσίους αὐτοῦ ὁ Θεὸς, ἐδόξασε τοὺς ἁγίους αὐτοῦ, ἐκαύχησε τοὺς φοβουμένους αὐτὸν, ὕψωσε τοὺς ἀγαπῶντας αὐτόν. Μὴ φθονήσωμεν ἑαυτοῖς τοσούτων ἀγαθῶν προκειμένων, τοιαύτης ἐλπίδος. Ἄλλοι μικροῦ κέρδους χάριν ἀθλοῦσι, πολεμοῦσι, θαλαττεύουσι, κινδυνεύουσιν· ἡμεῖς καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν μέλλοντες κληρονομεῖν, τί ἀθυμοῦμεν. τί διστάζομεν, τί φθειρόμεθα ἐν τῇ ὕλῃ ταύτῃ; Ὅλα τὰ πράγματα παθοποιὰ, παροξυντικὰ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πράττομεν· ἡ τρυφὴ ἡμῶν εἰρήνην οὐκ ἔχει· ὁ ὕπνος, τὸ βάδισμα, ὅλα σκανδαλώδη. Τίς ὡς ἠθέλησεν ἔζησε; τί τοῦ βίου τούτου οὐκ ἔστιν ἐπαχθές; Αὕτη ἡ σὰρξ ἡμῶν οὐ σπένδεται ἡμῖν· ὑγιαίνουσα πολεμεῖ, ἀῤῥωστοῦσα θλίβει. Τίς ἄλυπος ἐξῆλθεν ἐκ τοῦ βίου τούτου; τίς οὐκ ἐγεύσατο τῶν ἁλμυρῶν ὑδάτων τῆς πικρᾶς ταύτης θαλάσσης, τῶν ἐπαλλήλων