1

 2

2

τῆς προσηγορίας ἑαυτὸν ἄξιον εἶναι νομίζων· Οὐκ εἰμὶ γὰρ ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος. Τίς οὖν ἡ ἀπόνοια αὕτη; τίς ἡ ἀλαζονεία; τίς ἡ μανία; ἄνθρωπος ὢν, σεαυτὸν καθαρὸν καλεῖς, καὶ πέπεισαι εἶναι καθαρός, καὶ πόσης ταῦτα ἀνοίας; Καθαρὸν γὰρ ἑαυτὸν λέγων, ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις λέγοι τὸ πέλαγος κυμάτων εἶναι καθαρόν. Ὥσπερ οὖν ἐκεῖνο οὐκ ἐπιλείπει τὰ κύματα, οὕτως οὐδὲ ἡμᾶς τὰ ἁμαρτήματα. Ἢ οὐκ οἶσθα τίνες ἐσμὲν, χαίροντες, λυπούμενοι, πλουτοῦντες, πενόμενοι, ὑβριζόμενοι, ἐπαινούμενοι, ἐλαυνόμενοι καὶ πολεμούμενοι, ἀδείας ἀπολαύοντες, πεινῶντες, κορεννύμενοι; Μυρία περιέστηκε τὴν ψυχὴν πάθη, μυρίαι πραγμάτων περιστάσεις, μυρία σώματος νοσήματα, μυρίαι πραγμάτων ἀνωμαλίαι, καὶ τολμᾷς εἰπεῖν ὅτι ἐν εὐρίπῳ σάλων τοσούτων καθαρὸς εἶ; καὶ τί τούτου γένοιτ' ἂν ῥυπαρώτερον τοῦ οὕτω διακειμένου; Καὶ τί λέγω τὸν βίον ἅπαντα; ἡμέραν γὰρ μίαν δυνήσεταί τις εἰπεῖν, εἰπέ μοι, ὅτι καθαρός ἐστι; κἂν γὰρ μὴ πορνεύῃ, μηδὲ μοιχεύῃ, μηδὲ ταῦτα τὰ ἀπειρημένα ἁμαρτάνῃ, δυνήσεται καυχήσασθαι, ὅτι οὐκ ἐκενοδόξησεν, ὅτι οὐκ ἀπενοήθη, ὅτι οὐκ ἀκολάστοις εἶδεν ὀφθαλμοῖς, ὅτι οὐκ ἐπεθύμησε τὰ τοῦ πλησίον, ὅτι οὐκ ἐψεύσατο, ὅτι δόλον οὐκ ἔῤῥαψεν, ὅτι οὐ κατηύξατο τῶν ἐχθρῶν, ὅτι οὐκ ἐβάσκηνε τῷ φίλῳ; Εἰ δὲ ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν ἔλαττον ἕξει τοῦ τελώνου κατὰ τοῦτο, τίνος ἔσται συγγνώμης ἄξιος ὁ καὶ τῷ φίλῳ βασκαίνων; Τοσούτοις περιαντλούμενος κακοῖς τολμᾷς σεαυτὸν καθαρὸν καλέσαι; Ἀλλ' ἐκείνων μὲν ἡ ἀπόνοια οὐ μὲν ἐντεῦθεν, ἀλλὰ καὶ ἑτέρωθεν ἀποδειχθήσεται· ὑμᾶς δὲ παρακαλῶ καὶ τὴν ὑμετέραν ἀγάπην, ταῦτα πάντα ἐννοοῦντας τῆς μὲν ἀλαζονείας αὐτῶν ἀπαλλάττεσθαι, καὶ τῆς ἀπονοίας ἐκτὸς εἶναι, πειρᾶσθαι δὲ μετὰ σπουδῆς ἁπάσης τά τε ὄντα ἁμαρτήματα ἀποσμήχειν, τά τε προσιόντα ἀποκρούεσθαι. Κἂν γὰρ μυρία ἡμᾶς περιστοιχίζηται κακὰ, ἐὰν σωφρονῶμεν καὶ ἐγρηγορότες ὦμεν, δυνησόμεθα πολλῆς ἀπολογίας τυχεῖν, πολλῆς τῆς συγγνώμης, καὶ ἀπονίψασθαι τὰ πεπλημμελημένα. 63.493 Καὶ πῶς ἔσται τοῦτο ἄκουσον· ἂν εἰς ἐκκλησίαν ἀπαντῶμεν, ἂν στενάζωμεν ἐπὶ τοῖς πεπλημμελημένοις, ἂν ὁμολογῶμεν τὰ ἡμαρτημένα, ἂν ἐλεημοσύνας ποιῶμεν, ἂν εὐχὰς ἐπιδειξώμεθα, ἂν ἀδικουμένοις βοηθῶμεν, ἂν τοῖς ἐχθροῖς τὰ ἁμαρτήματα συγχωρῶμεν, ἂν δακρύωμεν ἐπὶ τοῖς ἡμαρτημένοις· ταῦτα γὰρ ἅπαντα φάρμακα τῶν ἁμαρτημάτων ἐστί. Ταῦτα δὴ πάντα, παρακαλῶ, κατασκευάζωμεν, καθ' ἑκάστην ἡμέραν ἐκπλύνοντες ἑαυτοὺς, ἀποσμήχοντες· καὶ μετὰ τούτων ἁπάντων ταλανίζωμεν ἑαυτοὺς, λέγοντες ἀχρείους εἶναι δούλους· καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἶδος τῆς τῶν 63.494 ἁμαρτημάτων δαπάνης, τὸ καὶ κατορθοῦντας μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, ἵνα μὴ πάθωμεν ἅπερ ἔπαθεν ὁ Φαρισαῖος. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, δυνησόμεθα φιλανθρωπίας τυχεῖν καὶ συγγνώμης ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀξιωθῆναι· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ, καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.