1

 2

 3

 4

 5

2

λέγων· "πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν". βούλει καὶ τὰ ὑποδήματα αὐτῆς ἰδεῖν; οὐδὲ ταῦτα ἀπὸ αἰσθητῆς ὕλης ἐστὶν ἐρραμμένα, οὐδὲ ἀπὸ κοινῶν συγκείμενα δερμάτων, ἀλλ' ἀπὸ εὐαγγελίου καὶ εἰρήνης· "ὑποδήσασθε" γάρ φησι "τοὺς πόδας ὑμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης". θέλεις σοι δείξω καὶ τὴν ὄψιν τῆς νύμφης αὐτὴν ἀπαστράπτουσαν καὶ κάλλος ἀμήχανον ἔχουσαν, πολὺ μὲν περὶ αὐτὴν πλῆθος ἀγγέλων, ἀρχαγγέλων; πλὴν ἀλλ' ἐπιλαβώμεθα τῆς χειρὸς τοῦ νυμφαγωγοῦ Παύλου, ὃς τὸ πλῆθος διατεμὼν εἰσαγαγεῖν ἡμᾶς πρὸς αὐτὴν δυνήσεται. τί οὖν οὗτος φησίν; "οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι". εἶδες αὐτῆς τὸ σῶμα καθαρὸν καὶ φαιδρόν; εἶδες ὡραίαν ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτουσαν ἀκτῖνας· 169 εἶτα ἐπάγει, "ἵνα ᾖ ἁγία καὶ ἄμωμος, μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων". εἶδες αὐτὸ τῆς νεότητος τὸ ἄνθος, αὐτὴν τῆς ἡλικίας τὴν ἀκμήν; βούλει καὶ τὸ ὄνομα αὐτῆς μαθεῖν; πιστὴ καλεῖται καὶ ἁγία. "Παῦλος" γάρ φησιν "ἀπόστολος Χριστοῦ Ἰησοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ".

Ἀλλὰ τὸ ὄνομα τῆς νύμφης ἀκούσας ἀνέμνησα ἐμαυτὸν ὀφλήματος παλαιοῦ· καὶ γὰρ ἤμην ὑποσχόμενος ὑμῖν, τίνος ἕνεκεν πιστοὶ λεγόμεθα. τίνος οὖν ἕνεκεν λεγόμεθα; πράγματα ἐπιστεύθημεν οἱ πιστοί, ἅπερ οἱ τοῦ σώματος ἡμῶν ὀφθαλμοὶ ἰδεῖν οὐ δύνανται· οὕτως ἔστι μεγάλα καὶ φρικώδη καὶ τὴν φύσιν ὑπερβαίνει τὴν ἡμετέραν. οὔτε γὰρ λογισμὸς εὑρεῖν οὔτε λόγος ἀνθρώπινος ἑρμηνεῦσαι αὐτὰ δυνήσεται, μόνη δὲ ἡ τῆς πίστεως οἶδεν αὐτὰ διδασκαλία καλῶς. διὰ τοῦτο διπλοῦς ἡμῖν ἐποίησεν ὀφθαλμοὺς ὁ θεός, τοὺς μὲν τῆς σαρκός, τοὺς δὲ τῆς πίστεως. ὅταν εἰσέλθῃς εἰς τὴν ἱερὰν μυσταγωγίαν, οἱ μὲν ὀφθαλμοὶ τῆς σαρκὸς τὸ ὕδωρ ὁρῶσιν, οἱ δὲ ὀφθαλμοὶ τῆς πίστεως τὸ πνεῦμα βλέπουσι· κἀκεῖνοι μὲν τὸ σῶμα θεωροῦσι βαπτιζόμενον, οὗτοι δὲ τὸν παλαιὸν ἄνθρωπον θαπτόμενον· ἐκεῖνοι τὴν σάρκα λουομένην, οὗτοι τὴν ψυχὴν καθαιρομένην· ἐκεῖνοι τὸ σῶμα ἀναβαῖνον ἀπὸ τῶν ὑδάτων, οὗτοι τὸν καινὸν ἄνθρωπον καὶ ἀποστίλβοντα βλέπουσιν ἀναβαίνοντα ἀπὸ τῆς ἱερᾶς ταύτης καθάρσεως. κἀκεῖνοι μὲν τὸν ἱερέα βλέπουσιν ἄνωθεν ἐπιτιθέντα τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς κεφαλῆς ἁπτόμενον, οὗτοι δὲ τὸν ἀρχιερέα τὸν μέγαν ἐκ τῶν οὐρανῶν θεωροῦσι τὴν δεξιὰν τὴν ἀόρατον ἐκτείνοντα καὶ τῆς κεφαλῆς ἁπτόμενον· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ τότε βαπτίζων, ἀλλ' αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ παῖς. καὶ ὅπερ ἐπὶ τῆς δεσποτικῆς ἐγένετο σαρκός, τοῦτο καὶ ἐπὶ τῆς ἡμετέρας γίνεται· καθάπερ γὰρ ἐκείνην τῷ μὲν δοκεῖν Ἰωάννης ἀπὸ τῆς κεφαλῆς κατεῖχεν, ὁ δὲ θεὸς λόγος εἰς τὰ Ἰορδάνεια ῥεῖθρα κατῆγε καὶ ἐβάπτιζε καὶ ἄνωθεν ἡ πατρικὴ φωνὴ λέγουσα, "οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός", οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῆς ἐπιφοιτήσεως. 170 τοῦτο καὶ ἐπὶ τῆς σῆς γίνεται σαρκός· εἰς γὰρ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὸ βάπτισμα γίνεται. διὰ τοῦτο καὶ Ἰωάννης ἔλεγε παιδεύων ἡμᾶς, ὅτι οὐκ ἄνθρωπος ἡμᾶς βαπτίζει, ἀλλ' ὁ θεός· "ὀπίσω μου ἔρχεται ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί". διὰ τοῦτο καὶ ὁ ἱερεὺς βαπτίζων οὐ λέγει "Βαπτίζω τὸν δεῖνα", ἀλλὰ "Βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος", δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ βαπτίζων, ἀλλ' ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὧν καὶ τὸ ὄνομα ἐπικέκληται. διὰ τοῦτο καὶ ἡ σήμερον ἡμῶν ἀπαγγελία πίστις λέγεται, καὶ οὐδὲν ἕτερον ὑμῖν ἐπιτρέπομεν εἰπεῖν πρότερον, ἕως ἂν εἴπητε ὅτι "Πιστεύω". τὸ ῥῆμα τοῦτο θεμέλιος ἄσειστος, οἰκοδομὴν ἔχων ἄνωθεν ἀσάλευτον. διὰ τοῦτο καὶ Παῦλος φησί· "πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ, ὅτι ἔστι". διὰ τοῦτο καὶ σὺ προσερχόμενος τῷ θεῷ πρῶτον πιστεύεις καὶ τότε τοῦτο φθέγγει τὸ ῥῆμα· ἐὰν γὰρ μὴ τοῦτο ᾖ, οὐδὲν τῶν ἄλλων οὔτε εἰπεῖν οὔτε νοῆσαι δύνασαι. καὶ ἵνα τὴν ἄρρητον