1

 2

 3

3

ἀσπίδα κωφὴν καὶ βύουσαν τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾴδοντος. Ἐξαγόρασον τὸν καιρὸν, Ὅτι αἱ ἡμέραι πονηραί εἰσιν· ἐν σοφίᾳ περιπάτει, εἰδὼς, ὅτι ξένος εἶ καὶ πάροικος ἐπὶ τῆς γῆς καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες σου. Πρόβατον εἰς μέσον λύκων ἀπεστάλης καὶ σὺ, ὥσπερ καὶ οἱ ἀπόστολοι· μὴ λύκος ἀντὶ προβάτου γίνου· πρὸς λύκους φιλονεικῶν, φυλάσσου ὅση δύναμις, ἵνα μὴ τὸν θησαυρὸν τῆς δικαιοσύνης ἀπολέσῃς· φυλάσσου τοὺς διαρπάζοντας· φρόνιμος ὢν ὡς ὄφις φυλάσσου τὰς ἐπιβουλάς· εἰ δὲ καὶ βλάψειεν ὁ λύκος, εἰ δὲ καὶ σπαράττειν μέλλοι σε, παρασκευάζου φέρειν, μεμνημένος τοῦ λέγοντος· Ἐγενήθημεν ὡς πρόβατα σφαγῆς· ἀφορῶν εἰς αὐτὸν τὸν Κύριον, Ὃς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Ἥξει καὶ τῆς σῆς νίκης ὁ καιρὸς, ὅταν νικήσῃς ἀνεξικακῶν μετὰ Χριστοῦ. Καὶ γὰρ ὁ Κύριος οὐκ ἤρισεν οὐδὲ ἐκραύγασεν, οὐδὲ ἤκουσέ τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Καὶ ὁ Ἀπόστολος ἐν ἑτοίμῳ ἔχειν φησὶν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ τῶν ὑπακουσάντων ἡ ὑπακοή. Θεοῦ δὲ μακροθυμοῦντος, μακροθύμει καὶ σύ· ὅτε γὰρ σήμερον πάσχει Χριστὸς, σοῦ πάσχοντος, διὰ Χριστὸν ὑπομένειν δεῖ καὶ τὸν Χριστοῦ διάκονον. Βόα πρὸς αὐτὸν, καὶ ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει· συντελέσει τὴν πονηρίαν ἁμαρτωλῶν, καὶ κατευθυνεῖ δίκαιον ὁ Θεὸς κριτὴς δίκαιος, ἰσχυρὸς καὶ μακρόθυμος· μακροθυμεῖ γὰρ πρὸς τὸ ἡμᾶς ἐπιστρέψαι. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.