1

 2

 3

 4

3

θορυβεῖσθαι καὶ ταράττεσθαι ἐπὶ τῆς εἰς τὰ ἐναντία μεταβολῆς, μάλιστα μὲν εἰ μέλλεις ἀεὶ καραδοκεῖν τὰ ἐναντία· ἀρκεῖ γὰρ ἀντὶ τῆς πείρας ἡ προσδοκία. Οἷόν τι λέγω· πλουτεῖς; ἔλπιζε πενίαν καθ' ἑκάστην ἡμέραν. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι τὰ μάλιστά σε ὠφελῆσαι δυνήσεται ἡ προσδοκία αὕτη. Ὁ γὰρ ἐλπίζων πενίαν, ἐν πλούτῳ ὢν οὐ τυφοῦται, οὐ χαυνοῦται, οὐ διαῤῥεῖ, οὐκ ἐφίεται τῶν ἀλλοτρίων· ὁ γὰρ τῆς προσδοκίας φόβος ἀντὶ παιδαγωγοῦ τινος παρὼν σωφρονίζει, καταστέλλει τὴν διάνοιαν, καὶ πονηρὰ βλαστήματα τὰ ἀπὸ τῆς φιλαργυρίας οὐκ ἀφίησι φυῆναι, ὥσπερ δρεπάνῃ τινὶ τῷ φόβῳ τῶν ἐναντίων κωλύων αὐτὰ καὶ περικόπτων.

δʹ. Ἓν μὲν οὖν τοῦτο μέγιστον ἀγαθὸν κερδανεῖς· ἕτερον δὲ οὐκ ἔλαττον τούτου, τὸ καὶ παραγενομένης αὐτῆς μὴ δεδοικέναι. Προλαμβανέτω τοίνυν ἡ προσδοκία τῶν θλιβερῶν, ἵνα μὴ παραγένηται ἡ πεῖρα τῶν λυπηρῶν· διὰ τοῦτο ἡ πεῖρα ἔρχεται, ἐπειδὴ ἡ προσδοκία οὐ πάρεστιν· ἐπεὶ εἴγε ἐκείνη κατώρθου τὸν ἄνθρωπον, οὐ σφόδρα ταύτης ἔδει. Καὶ μάρτυς τούτου ἐπὶ τῶν Νινευϊτῶν Ἰωνᾶς ὁ προφήτης· ὡς ἐλπίζοντες ἐκεῖνοι τῇ τοῦ προφήτου προῤῥήσει ἀνηκέστῳ περιπεσεῖν συμφορᾷ, τῇ προσδοκίᾳ τῶν ἐλευσομένων κακῶν ἀπέστρεψαν τὴν ὀργήν· Ἰουδαῖοι δὲ μὴ πεισθέντες τῷ προφήτῃ λέγοντι τὴν ἅλωσιν Ἱερουσαλὴμ, ὑπέστησαν τὰ δεινά. Σοφὸς γὰρ φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ· ὁ δὲ ἄφρων μίγνυται πεποιθώς. Ὁ ἐλπίζων γενέσθαι πένης, ἐν εὐημερίᾳ διάγων, οὐκ ἂν ταχέως γένηται πένης· ὃ γὰρ ἀπὸ τῆς προσδοκίας κερδᾶναι οὐκ ἠθέλησας, ἀπὸ τῆς πείρας τοῦτο μαθήσῃ καλῶς. Ἐν πλούτῳ τοίνυν ὢν προσδόκα πενίαν, ἐν εὐημερίᾳ τυγχάνων προσδόκα λιμόν· ἐν δόξῃ ὢν ἔλπιζε ἀδοξίαν· ἐν ὑγείᾳ διάγων νόσον ἀνάμενε. Συνεχῶς ἐπισκέπτου τῶν ἀνθρωπίνων πραγμάτων τὴν φύσιν, τῶν ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον διακειμένην, καὶ καπνοῦ εἰς ἀέρα διαλυομένου ὀξυῤῥεπεστέραν καὶ σκιᾶς παρα 52.418 τρεχούσης οὐδαμινωτέραν. Ἂν ταῦτα φιλοσοφῇς, οὔτε τὰ χρηστά σε φυσῆσαι δυνήσεται, οὔτε τὰ λυπηρὰ ταπεινῶσαι· ἂν παρόντων τῶν χρηστῶν μὴ σφόδρα τούτων ἀντέχῃ, οὐδὲ ἀπελθόντων ὀδυνηθήσῃ. Ἂν ἐθίσῃς τὴν διάνοιάν σου ἐν τῇ προσδοκίᾳ τῶν ἐναντίων, πολλάκις μὲν οὐδὲ παρέσονται τὰ ἐναντία, εἰ δὲ καὶ παραγένοιντο, οὐ σφόδρα σου καθάψονται.

εʹ. Καὶ ἵνα μάθητε ὅτι οὐ στοχαζόμενος ταῦτα λέγω, παλαιάν τινα ἱστορίαν διηγήσασθαι ὑμῖν βούλομαι. Ἐγένετό τις ἀνὴρ θαυμαστὸς καὶ μέγας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμος, ὁ μακάριος Ἰὼβ, ὁ τῆς εὐσεβείας ἀθλητὴς, ὁ στεφανίτης τῆς οἰκουμένης, ὁ διὰ πάντων τῶν ἄθλων ἐλθὼν, ὁ μυρία κατὰ τοῦ διαβόλου τρόπαια στήσας. Οὗτος ἐγένετο πλούσιος καὶ πένης, ἔνδοξος καὶ εὐκαταφρόνητος, πολύπαις καὶ ἄπαις· οὗτος ἐγένετο ἐν βασιλικαῖς αὐλαῖς, ἐγένετο δὲ καὶ ἐν καπρίᾳ· οὗτος ἐγένετο ἐν λαμπρᾷ στολῇ, καὶ μετ' ἐκείνην ἐν πληγῇ σκωλήκων· οὗτος μυρίας ἀπέλαυσε θεραπείας, καὶ μετὰ ταῦτα μυρίας ὑπέμεινεν ὕβρεις, οἰκετῶν ἐπανισταμένων, φίλων ὀνειδιζόντων, γυναικὸς ἐπιβουλευούσης. Πάντα αὐτῷ τὴν ἀρχὴν καθάπερ ἐκ πηγῶν ἐπέῤῥει, χρημάτων περιουσία, δυναστείας μέγεθος, δόξης περιβολὴ, εἰρήνη καὶ ἀσφάλεια, τιμαὶ καὶ θεραπεῖαι, καὶ σώματος ὑγίεια, καὶ παίδων εὐκληρία, καὶ οὐδὲν ἦν ἐκεῖ λυπηρόν· παρῆν αὐτῷ πλοῦτος μετὰ ἀσφαλείας, καὶ εὐημερία ἀδιάπτωτος, καὶ μάλα εἰκότως· ὁ Θεὸς γὰρ πανταχόθεν αὐτὸν ἐτείχιζεν. Ἀλλ' ὕστερον πάντα ἐκεῖνα ἀπέπτη, καὶ μυρίοι χειμῶνες λοιπὸν ἐσκήνουν εἰς τὴν οἰκίαν ἐκείνου, καὶ πάντες ἐπάλληλοι καὶ συνεχεῖς, καὶ μεθ' ὑπερβολῆς ἅπαντες. Τὰ γὰρ ὄντα αὐτῷ ἅπαντα ἀθρόον ἀνηρπάζετο· οἰκέται, παῖδες κατεχώννυντο βιαίῳ καὶ ἀώρῳ θανάτῳ, ἐπὶ τῆς τραπέζης καὶ τοῦ συμποσίου κατασφαγέντες, οὐ μαχαίρᾳ καὶ ξίφει, ἀλλὰ πνεύματι πονηρῷ τὴν οἰκίαν κατασείσαντι. Καὶ γυνὴ μετὰ ταῦτα ὥπλιζε τὰ ἑαυτῆς μηχανήματα, καὶ τῷ δικαίῳ προσῆγε· καὶ οἰκέται, καὶ φίλοι, οἱ μὲν ἐνέπτυον εἰς τὸ πρόσωπον, ὥς φησιν αὐτός· Ἀπὸ γὰρ προσώπου μου οὐκ ἐφείσαντο πτυέλου· οἱ δὲ ἐπέβαινον, καὶ τῆς οἰκίας ἐξεβάλλετο πάσης, καὶ ἐνδιαίτημα αὐτῷ ἦν