1

 2

 3

 4

 5

 6

1

De Eleazaro et septem pueris

ΟΜΙΛΙΑ ΙΑʹ. 63.523

Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα, ἑτέρου προειρηκότος σφόδρα πρεσβύτου, περὶ Ἐλεαζάρου καὶ ἑπτὰ παίδων.

αʹ. Ὡς ὡραία ἡ πνευματικὴ ἐλαία αὕτη! τῶν κλάδων αὐτῆς γεγηρακότων, ὥριμον ἡμῖν ἤνεγκε τὸν καρπόν. Οὐ γὰρ τοιαῦτα τὰ φυτὰ τῆς γῆς, οἷα τὰ δένδρα τῆς Ἐκκλησίας· ἐκεῖνα μὲν γὰρ εἰς γῆρας ἐλθόντα, τότε τὰ πλείονα τῶν φύλλων ἀποτίθεται, τόν τε καρπὸν, ὃν ἂν ἐνέγκῃ, τοῦτον ἔξωρόν τε φέρει καὶ ἀραιόν· ταῦτα δὲ ὅταν εἰς γῆρας ἔλθῃ, τότε μάλιστα τῷ καρπῷ βρίθεται. Ὃ δὴ καὶ ἐπὶ τοῦ σήμερον εἰρηκότος ἐστὶν ἰδεῖν· διὸ καὶ σιγᾷν ἔγνων· ἔδει γὰρ, τοσούτων γερόντων παρόντων καὶ λέγειν εἰδότων, τὸν νέον ἡσυχίαν ἄγειν. Οὕτω καὶ αἱ θεῖαι Γραφαὶ παιδεύουσιν ἡμᾶς· ὅταν μὲν γὰρ νέῳ διαλέγωνται, φασί· Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· κεφαλαίωσον ἐν ὀλίγοις πολλά. Τῷ δὲ πρεσβύτῃ οὐ μετὰ τῶν τοιούτων διορισμῶν διαλέγεται, ἀλλ' ἀφεὶς τὸν αὐτὸν καὶ χωρὶς τῶν τοιούτων ὅρων συγχωρεῖ τρέχειν· καὶ τὴν ἡδονὴν δὲ πάλιν τῶν λεγομένων, ὅταν μετὰ συνέσεως λέγηται, θαυμάζουσα, οὕτως ἔφη· Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι, ἐν ἀκριβεῖ δὲ ἐπιστήμῃ, καὶ ἐμποδίσεις 63.524 μουσικά. Τί ἐστιν, Καὶ ἐμποδίσεις μουσικά; ∆είκνυσιν ἐκ τούτου, ὅτι οὐχ οὕτως αὐλὸς καὶ κιθάρα καὶ σύριγγες ἡδὺ τοῖς ἀκούουσιν, ὡς πρεσβύτου διδασκαλία μετὰ ἀκριβοῦς ἐπιστήμης προφερομένη. Ἡδονῇ γὰρ ἡδονὴν παραβάλλουσα, πολὺ ταύτην ἐκείνης τυραννικωτέραν εἶναί φησι, καὶ τὴν μὲν κρατεῖν, τὴν δὲ αὐτῇ παραχωρεῖν· διὸ καί φησιν, Ἐμποδίσεις μουσικά· τουτέστιν, οὐκ ἐάσει (λ. ἐάσεις) αὐτὰ φαίνεσθαι, ἐπισκοτήσεις αὐτοῖς, συσκιάσεις αὐτά. ∆ιὰ δὴ ταῦτα καὶ ἡμᾶς μὲν ἔδει σιγᾷν καὶ ἀκούειν, τοῦτον δὲ λέγειν καὶ διδάσκειν· ἀλλ' ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ· οὔτε ὑμῶν φέρω τὴν τυραννίδα, οὔτε τούτων τὴν ἀνάγκην· διὸ δὴ πάλιν πρὸς τοὺς συνήθεις ἀποδύομαι δρόμους, πρᾶγμα ἐπίπονον, τὸ λέγειν, μετὰ πολλῆς τῆς εὐκολίας μεταχειρίζων, οὐ διὰ τὴν ἐμαυτοῦ δύναμιν, ἀλλὰ διὰ τὴν προθυμίαν ὑμῶν τῶν ἀκροωμένων. Ἐπεὶ καὶ πρῴην πρὸς τοσοῦτον βάθος κατενεχθεὶς ὁ λόγος οὐκ ἀπεπνίγη, καὶ μακρὰ οὕτω πελάγη διαβαίνων, οὐδαμοῦ ναυάγιον ὑμῖν ὑπέμεινε· τὸ δὲ αἴτιον, οὐδαμοῦ σπιλάδες, οὐδὲ ὕφαλοι, οὐδὲ σκόπελοι, ἀλλὰ πανταχοῦ λιμένος γαληνότερον εὕρισκε πέλαγος· καὶ ὥσπερ ὑπὸ ζεφύρου τινὸς ἐπὶ πρύμνης ἱσταμένου τοῦ πόθου τῆς ὑμετέρας ἀκροάσεως, πρὸς εὔδιον λιμένα 63.525 παρεπέμπετο. Ὁμοῦ τε γὰρ ἐξεπήδα τῆς γλώττης τῆς ἡμετέρας, καὶ πάντες ὑπτίαις αὐτὸν ὑπεδέχοντο χερσὶ, καίτοι γε δυσκολίαν πολλὴν ἔχοντα· τοιαύτη γὰρ ἦν τῶν νοημάτων τῶν πρῴην ἡ φύσις· ἀλλ' ὅμως καὶ τῆς προθυμίας ἡ ὑπερβολὴ, καὶ τὸ συντεῖναι τὴν διάνοιαν μετὰ ἀκριβείας ἁπάσης, τὸν πόνον ἡμῖν παρεμυθήσασθε καὶ τὰ δύσκολα ῥᾴδια κατεσκευάσατε. Οὐδὲ γὰρ εἰς πέτραν, οὐδὲ εἰς ἀκάνθας, οὐδὲ εἰς τὴν ὁδὸν κατενεχθῆναι συνεχωρήσατε, ἀλλὰ πάντα εἰς πίονα καὶ βαθύγειον ἄρουραν ὑπεδέξασθε, εἰς τὸ τῆς διανοίας ὑμῶν βάθος. ∆ιὸ καὶ καθ' ἑκάστην ἡμέραν κομῶντα τὰ λήϊα βλέπομεν, ἀντὶ ζεφύρου ταῖς τοῦ Πνεύματος αὔραις τρεφόμενα, καὶ τὸ θέατρον καθ' ἑκάστην λαμπρὸν ἡμῖν γενόμενον. ∆ιὰ δὴ τοῦτο καὶ σήμερον τῶν λειπομένων ἅψασθαι ἐβουλόμην. Ἀλλὰ τί πάθω; τῶν Μακκαβαίων ὁ χορὸς πρὸ τῶν ὀφθαλμῶν ἵσταται τῶν ἐμῶν, καὶ τῇ λαμπηδόνι τῶν οἰκείων τραυμάτων