1

 2

2

οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· καὶ πάλιν· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Βλέπεις, ὅτι περὶ τῆς παρούσης νυκτὸς διηγεῖται; ὥσπερ γὰρ τὸ σκότος αὐτῆς ὁρᾶται τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς, οὕτω τὸ φῶς αὐτῆς φαίνεται τοῖς τῆς ψυχῆς ὄμμασιν. Ὢ φωτοφόρου καὶ θαυμαστῆς νυκτὸς πάσης ἡμέρας φωτεινοτέρας. Πᾶσαν μὲν ἡμέραν διαδέχεται νὺξ, αὐτὴν δὲ τὴν φωτοφόρον νύκτα νὺξ οὐ διαδέχεται· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Μὴ τῷ γράμματι πρόσεχε, ἀλλὰ τῷ πνεύματι κατανόει. Φῶς ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός· νὺξ δὲ τὰ τοῦ σκότους ἔργα. Ὅταν οὖν φωτισθῇς τὴν ἐν σκότει ψυχὴν τῷ παρόντι φωτὶ, οὐκέτι σκότους ἔργα καταλαμβάνειν σε δύναται· διὰ γὰρ τοῦτο παρεγένετο τὸ φῶς, ἵνα τὸ σκότος φυγαδεύσῃ· παρεγένετο ἡ ζωὴ, ἵνα τὸν θάνατον καταργήσῃ· καὶ πρῶτον ποιμένας δι' ἀγγέλων εὐαγγελίζεται, οὐχ ἵνα τοῖς λόγοις ἀνάθωνται τὰ θαύματα, ἀλλ' ἵνα ἀφορμὴν λαβόντες τῶν λογικῶν προβάτων ποιμένες τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τοῖς λαοῖς εὐαγγελίσωνται.

Ἐν τῷ ἁγίῳ τόπῳ τῆς Βηθλεὲμ τὴν ὀφειλομένην προσκύνησιν ἀποδοῦναι ἐσπεύσαμεν τῷ πάντων ἡμῶν ∆εσπότῃ Θεῷ τῷ δι' ἡμᾶς ἐνανθρωπῆσαι καταξιώσαντι. Καὶ γὰρ αὐτὸς ἐπὶ τῆς γῆς ὤφθη, διὰ τὴν ἡμετέραν σωτηρίαν ἐξ οὐρανοῦ καταβὰς, οὐκ ἔρημα τῆς ἑαυτοῦ παρουσίας τὰ ἐκεῖσε καταλείψας· Τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, φησὶν ὁ Ἡσαΐας· καὶ πάλιν ὁ ∆αυΐδ· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Οὔπω ἐπὶ γῆς γέγονεν ἐνανθρωπήσας, καὶ ἤδη τὴν ἐν ᾅδῃ παρουσίαν μηνύει ὁ προφήτης. Οὐ μέγα οὖν, εἰ καὶ ἡμεῖς ἀπὸ τῆς πόλεως τὸ μικρὸν τοῦτο διάστημα διανύσαντες ἤλθομεν ἐπὶ τὸν τόπον τοῦτον προσκυνῆσαι 64.45 Ἴωμεν πάλιν καὶ πρὸς τὸν Ἰορδάνην ὀψόμενοι τὰ ἐν αὐτῷ τελούμενα μυστήρια, πῶς ἐθεάσατο τὸν ἴδιον ∆εσπότην ἡ θάλασσα καὶ ἔφυγεν, Ὁ δὲ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ἴδωμεν πάλιν καὶ τὸν Ἰωάννην βαπτίζοντα τὸν Αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸν Πατέρα ἄνωθεν μαρτυροῦντα τὴν τοῦ ἰδίου Υἱοῦ παράδοξον συγκατάβασιν, καὶ τὸ συγγενὲς Πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ μένον ἐπὶ τὸν μαρτυρούμενον. Ὦ παραδόξου βασιλέως παράδοξα θαύματα! πῶς ἡ πηλίνη χεὶρ ἁψαμένη τῆς τοῦ παντὸς κόσμου κορυφῆς οὐκ ἐφλέχθη; τίς εἶδεν, ἢ τίς ἤκουσέ ποτε χόρτον πυρὶ προσψαύοντα, καὶ ἐκ τοῦ πυρὸς βλάβην μὴ καταδεχόμενον. Μακάριος γὰρ ὡς ἀληθῶς, καὶ τρισμακάριος ὁ 64.46 ῥάδαμνος Ζαχαρίου καὶ Ἐλισάβετ. Μακάριοι ἐσμὲν λοιπὸν καὶ ἡμεῖς, ὅτι τοὺς καρποὺς τῆς ἡμετέρας ὀσφύος θεωροῦμεν ἐκλάμποντας ἐκ τῆς ἁγίας κολυμβήθρας, ὥσπερ τινὰς ἀστέρας διαθέοντας τὸ πλήρωμα τῆς Ἐκκλησίας.

Ἀλλ', ὦ Πάτερ, καὶ Λόγε, καὶ Πνεῦμα, ἡ τρισυπόστατος οὐσία, καὶ δύναμις, καὶ θέλησις, καὶ ἐνέργεια, ἡμᾶς τοὺς ὁμολογοῦντάς σου τὰς ἀσυγχύτους καὶ ἀδιαιρέτους ὑποστάσεις, ἀξίωσον καὶ τῆς ἐκ δεξιῶν σου στάσεως, ἡνίκα ἔρχῃ ἐξ οὐρανῶν κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ὅτι πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.