1

 2

 3

3

ἐπείγνυτο, λέγει, τὸ καταπέτασμα ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω· αἱ πέτραι ἐσχίσθησαν, ἡ γῆ ἐσαλεύθη, οἱ τάφοι ἠνεώχθησαν.

12 Σχίζεται τὸ ἀμφίθυρον ἐπειδὴ βασιλέως οὐκ ὄντος καὶ ἄρχοντος ἐν οἰκείᾳ, πάντως τὸ καταπέτασμα μηνύει τὴν ἐξουσίαν. Μετὰ δὲ τὴν ὕβριν τοῦ ὑψίστου Θεοῦ, ὁ Θεὸς ὁ ἐνοικῶν ἐν τῷ ναῷ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐξῆλθεν τοῦ ναοῦ καταλιπὼν τὸν οἶκον ἔρημον· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». Ἐξελθόντος τοῦ βασιλέως τῆς δόξης ἐρράγη τὰ σύμβολα τῆς βασιλείας· ἐρράγησαν οἱ τάφοι· οὐδέπω κατῆλθεν εἰς ᾅδου διορθωσάμενος τὰ πράγματα καὶ οὐκ ἤνεγκεν ἡ γῆ τοῦ δεσπότου τὴν παρουσίαν· ἐρράγησαν οἱ πόταμοι μὴ ἐνεγκόντες τὸν ἄνωθεν πρὸς αὐτοὺς κατελθόντα, ἐρράγησαν οἱ τάφοι καὶ ἀνέδωκαν ἀνθρώπους καὶ εἰσῆλθον εἰς τὴν πόλιν τὴν ἁγίαν ἵνα ἀποφάσιστον καταλίπωσιν τὴν δίκην.

13 Ταῦτα ἐγένετο ἐπὶ τοῦ σταυροῦ καὶ Ἰουδαῖοι ἐχλεύαζον λέγοντες· «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι». Ἐννόησον τὴν φωνὴν τῶν τέκνων τοῦ διαβόλου πῶς μιμοῦνται τὴν φωνὴν ταύτην τὴν πατρικήν. Ὁ διάβολος λέγει τῷ σωτῆρι εἰς τὸ πτερύγιον τοῦ ναοῦ· «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω». Ὁμοίως καὶ οἱ Ἰουδαῖοι· «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι».

14 Συσταυροῦσι δὲ αὐτῷ καὶ λῃστὰς, οὐ λῃστὰς μισοῦντες, λῃστῶν γὰρ ἦσαν κοινωνοί, ἀλλὰ τῇ κοινωνίᾳ τῶν λῃστῶν τὸν δεσπότην ὑβρίζοντες καὶ ἵνα ἴδωσιν οἱ παρόντες ὅτι δι' ἔγκλημα κακίας κρίνεται· «Μετὰ λῃστῶν, φησίν, σταυρώσωμεν τὸν ὅμοια λῃστῶν δράσαντα». Ἀλλ' οὐκ ἐσιώπησεν Ἡσαίας τὴν δραματουργίαν, ἀλλὰ τὸ ἄνισον τοῦ πάθους θεασάμενος ἐπὶ τοῦ δικαίου καὶ τῶν ἀδίκων ἔλεγεν· «Ὑπὲρ τῶν ἁμαρτησάντων τοῦ λαοῦ ἦλθεν εἰς θάνατον καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη» τουτέστιν λῃσταῖς. Οὐ γὰρ λῃστὰς ἐμίσουν Ἰουδαῖοι, ἀλλ' ἠθέλησαν τῇ κοινωνίᾳ τῶν λῃστῶν ὑβρίσαι τὸ πάθος τοῦ Χριστοῦ.

15 Ὅτι δὲ οὐ λῃστὰς ἐμίσουν, λέγει αὐτοῖς ὁ Πιλάτος· «Τίνα ὑμῖν ἀπολύσω, τὸν Ἰησοῦν ἢ Βαραββὰν τὸν λῃστήν, ὃς διὰ φόνον, φησίν, ἦν βεβλημένος ἐν τῇ φυλακῇ». Οἳ δέ φασιν· «Ἀπόλυσον ἡμῖν τὸν Βαραββάν». Οἱ λῃσταὶ τὸν λῃστὴν ἐζητήσαντο καὶ τὸν Κύριον τῷ σταυρῷ παρέδωκαν, οὐ βίᾳ νικήσαντες ἀλλὰ τῇ οἰκονομίᾳ παραδόσαντες. Λέγει αὐτοῖς ὁ Πιλάτος· «Τὸν βασιλέα ὑμῶν σταυρώσω;» Οἳ δέ φασιν· «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα». Ἠρνήσαντο τὴν τοῦ Θεοῦ βασιλείαν καὶ παρεδώθησαν τῇ Ῥωμαίων βασιλείᾳ· ἐπειδὴ ὃ εἶχον ἐγνώησαν ὃ ᾐτήσαντο ἔλαβον.

16 Προσήνεγκαν ἐπὶ τοῦ σταυροῦ καὶ ἀκάνθας, προσήνεγκαν καὶ χολὴν καὶ προϊδὼν ταῦτα Μωϋσῆς ἐβόα. «Γενεὰ σχολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε· τῷ δεδωκότι τὸ μάννα ἐν τῇ ἐρήμῳ, τούτῳ χολὴν προσάγεις;» Καλῶς οὖν καὶ Ἡσαΐας λέγει· «Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας». Τῷ ἀνθήσαντί σοι τὰ ἀγαθὰ τούτῳ στέφανον ἐξ ἀκανθῶν προσάγεις. Ὁ Πιλάτος φείδεται καὶ οἱ Ἰουδαῖοι· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν».

17 Εἴπωμεν καὶ ἡμεῖς τὴν αὐτὴν φωνὴν, μὴ ἀπὸ τῆς αὐτῆς γνώμης· «Τὸ αἷμα Χριστοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν», ἐκείνοις εἰς κατάκρισιν ἡμῖν εἰς δικαιοσύνην. Οὐ γάρ ἐστι τὸ αἷμα Χριστοῦ χεῖρον τῆς Βαβυλωνίας καμίνου· ἡ κάμινος Βαβυλῶνος ἐτίμησε τοὺς ἁγίους καὶ ἀνάλωσεν τοὺς Χαλδαίους. Τὸ αἷμα τὸ τίμιον οἶδεν ἀπολέσαι μὲν τοὺς ἀπίστους, σῶσαι δὲ τοὺς πιστεύοντας. 18 Πρέπει τῷ σταυρῷ τὸ φῶς. Οὗτος γὰρ μόνος διέλυσε τὸ σκότος τῶν δαιμόνων. Εἰ μὴ σταυρός, δαίμονας ἂν προσεκυνοῦμεν. Σταυρὸς καθῆλε τὴν πλάνην, σταυρὸς ἤνθησεν τὴν ἁγιωσύνην, σταυρὸς ἤνεγκεν ἀκτῖνα δικαιοσύνης. Πάντα ἡμῖν ἀπὸ σταυροῦ, ἡμεῖς δὲ τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.