1

 2

 3

2

ἐξορίζεται Ἀδὰμ τοῦ παραδείσου, διὰ μίαν φωνὴν πίστεως ὁ λῃστὴς σῴζεται· μία ἐκεῖνον ἁμαρτία ἐκβάλλει τῆς τρυφῆς, μία τοῦτον δικαιοσύνη εἰσοικίζει εἰς τὴν τρυφήν. Εἰσῆλθεν ὁ λῃστὴς εἰς τὸν παράδεισον. Ὢ τοῦ θαύματος. οὔτε τῷ Ἀβραὰμ ἐδόθη ἐπαγγελία παραδείσου διὰ φωνῆς· κληρονομεῖ γὰρ διὰ πίστεως ἀλλ' ἐπαγγελίαν παραδείσου οὐδὲ γὰρ πρὸ τοῦ λῃστοῦ ἔλαβεν.

7 Ἐνταῦθα πρόσεχε ἀκριβῶς καὶ τὴν παλαιὰν ἐρευνήσας γραφὴν πᾶσαν καὶ τὴν νέαν· εὑρήσεις ὅτι οὐδεὶς φαίνεται τῶν δικαίων πρὸ τοῦ λῃστοῦ διὰ φωνῆς τὴν ἐπαγγελίαν δεξάμενος, οὐκ Ἀβραάμ, οὐ Μωϋσῆς, οὐχ οἱ προφῆται, οὐκ ἀπόστολοι, ἀλλὰ πρὸ πάντων ὁ λῃστὴς ἀκούει· «Ἀμὴν ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». Ἐκάλεσεν ὁ Θεὸς τὸν Ἀβραὰμ λέγων· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου» καὶ οὐκ εἶπεν· ἵνα κληρονομήσῃς παράδεισον, ἀλλὰ «δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω». Μωϋσῇ τὸν νόμον δέδωκεν ὁ Θεὸς καὶ καρπὸν ἐντολῶν ἐπαγγέλλεται τὰ ἐπὶ γῆς ἀγαθά· «Ἐὰν φυλάξῃς τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου». Οὐδαμοῦ ἐπαγγελία παραδείσου πρὸ τοῦ λῃστοῦ.

8 Ἀναγκαῖον δὲ ζητῆσαι τίνος ἕνεκεν τούτῳ πρὸ τῶν ἄλλων καὶ πρὸ τοιούτων ἀξιοπίστων ἀνδρῶν ἐπηγγείλατο. Ἐπίστευσεν μὲν Θεῷ ὁ Ἀβραάμ, ἀλλ' ἐπίστευσεν οὐκ ἐν τοιαύτῃ ὕβρει αὐτῷ φανέντι, ἐπίστευσεν ἀπ' οὐρανοῦ φθεγγομένῳ, ἐπίστευσεν αὐτῷ δι' ἀγγέλων ἁγίων τὸν λόγον ἐκπέμποντι καὶ ἀπὸ τῆς οἰκείας αὐθεντίας τὴν ἐντολὴν προσφέροντι. Ἐπίστευσεν καὶ Ἠσαΐας, ἀλλ' ἰδὼν αὐτὸν ἐν δόξῃ· ἐπίστευσεν καὶ Ἰεζεκιήλ, ἀλλὰ θεασάμενος αὐτὸν ἐπὶ τῶν χερουβίμ· ἐπίστευσαν καὶ οἱ προφῆται, ἀλλὰ διαφόρως ἕκαστος ἐν δόξῃ τὸν ἑαυτοῦ δεσπότην εἶδεν, ὡς ἰδεῖν δυνατὸν ἦν ἀνθρώπου φύσιν. Ἐπίστευσεν Μωϋσῆς ἀλλ' ἐπίστευσεν Θεῷ λαλοῦντι ἐκ μέσου τοῦ πυρὸς καὶ τοῦ γνόφου καὶ τῶν σαλπίγγων καὶ τῶν βροντῶν· ἱκανὰ ἦν ταῦτα καὶ τὸν ἄπιστον νευρῶσαι.

9 Ταῦτα δὲ λέγω οὐ τοὺς προφήτας ἐξουθενῶν ἀλλ' ὑπὲρ τοῦ λαβόντος τὸν παράδεισον ἀπολογούμενος. Αὐτὸς δὲ βλέπει σωτῆρα οὐκ ἐπὶ θρόνου βασιλικοῦ, οὐκ ἐν οὐρανοῖς φθεγγόμενον, οὐ δι' ἀγγέλου διαταττόμενον· εἶδεν ἐν ὕβρει καὶ προσκυνεῖ ἐν δόξῃ· εἶδεν ἐπὶ σταυροῦ καὶ παρακαλεῖ ὡς ἐν οὐρανῷ καθήμενον. Βλέπει αὐτὸν κατακρινόμενον καὶ βασιλέα καλεῖ τὸν ἐσταυρωμένον καὶ φησί· «Μνήσθητί μου ὅταν ἔλθῃ ἐν τῇ βασιλείᾳ σου».

10 Ἐσταυρωμένον βλέπεις καὶ βασιλέα καλεῖς τὸν ἐν δόξῃ κατακρίσεως; Μὴ γὰρ νόμον ἀνέγνως ὁ τῇ ἀνομίᾳ σχολάσας, μὴ προφῆτας ἀνέγνως ὁ φόνοις ἐσχολακὼς, μὴ ἀνέγνως τὸν θεῖον νόμον τὴν μάχαιραν ἀκονῶν. Πόθεν ἐπαιδεύθης περὶ Χριστοῦ τοιαῦτα φιλοσοφεῖν; Ἰουδαῖοι σταυρῶσιν, οἱ τὸν νόμον εἴδοτες, σὺ ὁ τούτου ἄπειρος Θεὸν λέγεις τὸν κατάκριτον, προσκυνεῖς τὸν ἐσταυρωμένον. Τίνας εἰσήγαγεν εἰς τὴν δόξαν τῆς βασιλείας. Εἴπομεν ὑπὲρ τοῦ τολμήσαντος διὰ τῶν πραγμάτων· οὐ γὰρ τὴν ἔξω ἠθοποιΐαν μιμούμεθα καὶ προσωποποιΐαν ἀλλ' ἐξ αὐτῶν τῶν πραγμάτων τὰς ἀφορμὰς δανειζόμεθα τῶν ὑποθέσεων. Τίς ἐπαίδευσέν σε τοιαῦτα ὑπὲρ αὐτοῦ λέγειν; Νόμος μέν, φησίν, οὐκ ἐπαίδευσεν, ὁ δὲ ἥλιος κρυβεὶς ἐδίδαξεν. Εἶδον αὐτὸν φρίξαντα τὴν ὕβριν τοῦ σταυροῦ, εἶδον καὶ τὴν γῆν σχισθεῖσαν καὶ μὴ φέρουσαν τοὺς χριστοφόνους θῆρας· εἶδον καὶ τὰς πέτρας σχισθεῖσας. Πέτραι ἐσχίσθησαν, ἡ δὲ καρδία ἡ ἀγνώμων οὐ διαλύεται· ἐσχίσθησαν αἱ πέτραι, ἐρράγη καὶ τὸ καταπέτασμα τοῦ ναοῦ εἰς δύο.

11 Τί ἐστιν τὸ καταπέτασμα; οἷον ἐὰν εἴπωμεν ἡμεῖς βῆλον· δεῖ γὰρ ταύτῃ τῇ συνήθῃ χρήσασθαι φωνῇ ἐξ ἧς πάντες καταλαμβάνουσιν τί καταπέτασμα ἦν, οὐκ ἐπειδὴ δύσκολον ἑρμηνεύω ἀλλ' ἐπὶ πολλοῖς ἀκατάληπτον. Καταπέτασμα πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ 5ϊ5ακίνθου κατεσκευασμένον ὕφος. Ὅτε οὖν ὁ σταυρὸς