1

 2

 3

 4

 5

3

ἐπίκηρον καὶ τὸ πρόσκαιρον, ἵνα ταύτῃ τῶν παρόντων ἀπαγαγὼν, τῷ ἔρωτι τῶν μελλόντων μετὰ πολλῆς αὐτοὺς προσδήσῃ τῆς ἀκριβείας. Εἶτα ἐπειδὴ ἀόρατα ἦν ἐκεῖνα καὶ νοερὰ, καὶ ἐν πίστει καὶ ἐν ἐλπίσιν, ὅρα τί ποιεῖ. Παραγενόμενος ἐνταῦθα, καὶ τὴν σάρκα λαβὼν τὴν ἡμετέραν, καὶ τὴν θαυμαστὴν ἐκείνην οἰκονομίαν ἐργασάμενος, ὑπ' ὄψιν ἄγει τὰ μέλλοντα, τὰς παχυτέρας καὶ ταύτῃ πληροφορῶν διανοίας. Ἐπειδὴ γὰρ ἦλθε κομίζων πολιτείαν ἀγγελικὴν, καὶ τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ ταῦτα ἐπιτάττων, ἃ τοῖς ἀσωμάτοις ἐξωμοίουν δυνάμεσι τοὺς μετιόντας, καὶ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε, καὶ πρὸς τὰς ἐλπίδας ἐκάλει τὰς ἄνω, καὶ μικρὰ σκάμματα διέτεινε, καὶ ὑψηλότερα ἵπτασθαι ἐκέλευσε, καὶ πρὸς αὐτὰς ἀναβαίνειν τῶν οὐρανῶν τὰς ἁψῖδας, καὶ πρὸς δαίμονας ἀποδύεσθαι, καὶ πρὸς ἅπασαν τοῦ διαβόλου τὴν φάλαγγα παρατάττεσθαι, σῶμα ἔχοντας, σαρκὶ συμπεπλεγμένους, καὶ τὰ σώματα νεκροῦν, καὶ τῶν παθῶν ἐξορίζειν τὸν θόρυβον, καὶ τὴν σάρκα ἁπλῶς περικεῖσθαι, τὴν ἅμιλλαν δὲ πρὸς τὰς ἀσωμάτους δυνάμεις τείνασθαι. δʹ. Ἐπειδὴ ταῦτα ἐπέταξεν, ὅρα τί ποιεῖ, πῶς εὔκολον τὸν ἀγῶνα ἐργάζεται. Μᾶλλον δὲ, εἰ δοκεῖ, πρότερον εἴπωμεν τῶν ἐπιταγμάτων τὸ μέγεθος, καὶ πῶς ὑψηλὸν τὸ πτερὸν κατεσκεύαζε, καὶ τῆς ἀνθρωπίνης σχεδὸν ἐξοικίζων φύσεως, πρὸς οὐρανὸν μεθωρμίσθαι πάντας ἐκέλευσε. Τοῦ γὰρ νόμου κελεύοντος ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, αὐτός φησιν· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Οὐκ εἶπε, φέρε γενναίως μόνον καὶ πράως τὴν παροινίαν, ἀλλὰ καὶ πρόϊθι περαιτέρω τὴν φιλοσοφίαν, καὶ μείζονα παρασκευάζου πάσχειν, ἢ ἐκεῖνος ποιῆσαι ἐπιθυμεῖ· τῇ δαψιλείᾳ τῆς φιλοσοφίας νίκησον αὐτοῦ τὸ προπετὲς τῆς παροινίας, ἵνα αἰδεσθείς σου τὴν ὑπερβάλλουσαν ἐπιείκειαν, ἀναχωρήσῃ. Καὶ πάλιν φησίν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Τὴν περὶ τῆς παρθενίας πάλιν εἰσήγαγε συμβουλὴν λέγων· Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Ἐπειδὴ γὰρ ἐκ παραδείσου τὸ πρᾶγμα ἀπέπτη, καὶ μετὰ τὴν παρακοὴν ἀνεχώρησε κατιὼν ἐκ τοῦ οὐρανοῦ, πάλιν αὐτὴν ἐπανήγαγε, καθάπερ φυγάδα πρὸς τὴν ἀρχαίαν ἐπαναγαγὼν πατρίδα, καὶ τῆς μακρᾶς ἐξορίας ἀπαλλάττων· καὶ ἐλθὼν πρῶτον ἐκ παρθένου ἐτίκτετο, καὶ τοὺς τῆς φύσεως ἐκίνει νόμους, ἐκ προοιμίων τιμῶν αὐτὴν, καὶ μητέρα τὴν παρθένον ἀποφαίνων. Ἐπειδὴ τοίνυν παραγενόμενος τοιαῦτα ἐπέταττε, καὶ ὑψηλὴν τὴν πολιτείαν εἰργάζετο, ἄξια καὶ τὰ ἔπαθλα τῶν πόνων ἐδίδου, μᾶλλον δὲ πολλῷ μείζονα καὶ ὑψηλότερα. Ἀλλ' ἦν καὶ ταῦτα ἀόρατα, καὶ ἐν ἐλπίσι καὶ ἐν πίστει καὶ ἐν προσδοκίᾳ τῇ τῶν μελλόντων. Ἐπεὶ οὖν τὰ μὲν ἐπιτάγματα ἐπίπονα καὶ ὑψηλὰ, τὰ δὲ ἔπαθλα καὶ τὰ βραβεῖα ἐν πίστει, ὅρα 51.351 τί ποιεῖ· πῶς εὔκολον τὸν ἀγῶνα ἐργάζεται· πῶς ῥᾴδια τὰ σκάμματα. Πῶς καὶ τίνι τρόπῳ; ∆ύο δὴ ταύταις ὁδοῖς· μιᾷ μὲν, τὸ αὐτὸν αὐτὰ μετελθεῖν· ἑτέρᾳ δὲ, τὸ αὐτὸν δεῖξαι τὰ βραβεῖα καὶ ὑπ' ὄψιν ἀγαγεῖν. Τῶν γὰρ ἀπ' αὐτοῦ λεγομένων τὰ μὲν ἐντολὴ ἦν, τὰ δὲ ἔπαθλα· ἐντολὴ μὲν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων· ἔπαθλον δὲ, Ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Πάλιν, Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Εἶδες τὸ μὲν, ἐντολὴν, τὸ δὲ, ἔπαθλον; Πάλιν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ. Εἶδες ἄλλην ἐντολὴν, καὶ ἔπαθλον; Τὸ μὲν γὰρ αὐτοὺς ἐκέλευσε ποιεῖν, τὸ δὲ αὐτὸς ἡτοίμασεν, ὅπερ ἦν μισθὸς καὶ ἀντίδοσις. Καὶ πάλιν, Ὅστις ἀφῆκεν οἰκίας καὶ ἀδελφοὺς, καὶ ἀδελφάς· τοῦτο ἐντολή· Ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· τοῦτο βραβεῖον καὶ