1

 2

2

οἰκοῦντα, ἀποστέλλει τὸν συμπροφήτην παρακαλοῦντα τὴν θλῖψιν. Ἐννόησον γὰρ, ἀγαπητὲ, πῶς ἦν ἐν τῷ λάκκῳ τῶν λεόντων ∆ανιὴλ, οὐκ ἔχων οὐ σκάμνον, οὐκ ἄρτον, οὐ τράπεζαν, οὐ λύχνον, οὐ κλίνην, ἀλλ' ἐν μέσῳ τῶν δύο λεόντων σταυροειδῶς ἑστὼς τὸν μέλλοντα Χριστὸν ἐμιμεῖτο. Οἱ δὲ τρεῖς ἁγιώτατοι παῖδες τὴν σωφροσύνην συνειλησάμενοι, τῷ πυρὶ παλαίσαντες, τὴν ταύτης παφλάζουσαν φλόγα κατὰ κράτος ἐνίκησαν. Ὦ παρθενία τὴν ἐλπίδα τοῦ κόσμου Χριστὸν ἀπόνως ἀνθήσασα! ὦ σοφία Θεοῦ, ἡ καὶ τῆς παρθενίας τὸ κλέος τὴν Μαριὰμ μὴ στερήσασα, καὶ τὸ καύχημα τοῦ κόσμου Χριστὸν δι' αὐτῆς φωτὸς δίκην ἐκλάμψασα! ὦ τέκνον ἱερὸν ἀγάμου νύμφης, ἀφθαρσίας πηγὴ, ἀθανασίας πνοὴ, Ἐκκλησίας φωστὴρ, δικαιοσύνης στατὴρ, τῶν ἐμπόρων καλὸς μαργαρίτης, καὶ τῶν φόβων ἀγαθὸς στεφανίτης, ὁ πολλοῦ πιπρασκόμενος, καὶ ὑπὸ πενήτων ἀγοραζόμενος· ὁ τριῶν ὀβολῶν ὠνούμενος, πίστεως, ἐλπίδος, ἀγάπης, καὶ ἐν καρδίᾳ ταπεινῶν αὐλιζόμενος· ὁ τοῦ σινάπεως κόκκος, καὶ τῶν ἀγγέλων ταξίαρχος· ὁ ἀγεώργητος βότρυς τῆς παγκάλου Μαρίας, καὶ ἀθεώρητος Λόγος τῆς παγκάρπου σοφίας· ὁ τὸ πένθος τοῦ θανάτου ἐπὶ γῆς καταλύσας, καὶ τὸ φέγγος τοῦ θαλάμου ἐν οὐρανῷ εὐτρεπίσας· ὁ τὴν χλόην τοῦ σώματος ἡμῶν ἐνδυσάμενος, καὶ τὴν ἀμάραντον πνοὴν τοῦ ἄνθους ἡμῖν δωρησάμενος· ταῦτα τῆς σῆς σοφίας τὰ διδάγματα, ταῦτα τῆς σῆς νηστείας τὰ γλυκάσματα, ταῦτα τῆς σῆς σωφροσύνης τὰ καλλωπίσματα, ταῦτα τῆς σῆς Ἐκκλησίας τὰ στηρίγματα. Οὕτως εἴωθας τὸν λαόν σου διατρέφειν, Ἰησοῦ, οὐχ ὡς ἀπὼν, ἀλλ' ὡς παρών· καὶ γὰρ σὺν Πατρὶ ὑπάρχων, ἡμῶν οὐ χωρίζῃ, καὶ μεθ' ἡμῶν αὐλιζόμενος, τοῦ Πατρὸς οὐκ ἀφίστασαι. Ὕδατι τὰ σώματα ἡμῶν ἔλουσας, καὶ πνεύματι τὰ πταίσματα ἡμῶν ἔλυσας· ἅλατι εὐσεβείας τὰς ψυχὰς τῶν προβάτων σου ἤρτυσας, καὶ εἰς τὴν νομὴν ἡμᾶς τῶν ἀγγέλων ἀνείλκυσας· σφραγῖδι τοὺς πόδας ἡμῶν ἐνεύρωσας, καὶ κλίμακι ἡμῖν ἀπὸ γῆς εἰς οὐρανὸν τὴν πίστιν ἀνέτεινας, καὶ χειραγωγοὺς ἡμῖν ἀγγέλους παρέστησας· δένδρον δένδρῳ ἀντέστησας, καὶ πλευρὰν ἀντὶ πλευρᾶς ἀντέθηκας· χεῖρας εἰς ἀέρα ἐξεπέτασας, καὶ ὑπὲρ ἡμῶν σεαυτοῦ τὸν Πατέρα ἐδυσώπησας, καὶ γαλήνην βαθεῖαν ἐκ χειμῶνος ἐβράβευσας. ∆ιὸ νύκτωρ τε καὶ μεθ' ἡμέραν, καὶ σιωπῶντες καὶ φθεγγόμενοι, σοὶ δόξαν ἀναπέμπομεν, ἐν σοὶ ἔχοντες τῆς ζωῆς τὰς ἐλπίδας, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.