1

 2

 3

 4

2

Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου. Ὅπου καθαρισμὸς σωματικὸς, Κατὰ τὸν νόμον, φησὶν, Μωϋσέως· ὅπου παράστασις τοῦ ἁγίου, Καθὼς γέγραπται, φησὶν, ἐν νόμῳ Κυρίου· οὐχ ὅτι καὶ ὁ νόμος Μωϋσέως οὐκ ἦν νόμος Κυρίου· ὅσα γὰρ λαλεῖ προφήτης Πνεύματι ἁγίῳ διαλεγόμενος, οὐκ αὐτὸς λαλεῖ ἀλλ' ὁ Κύριος ὑποβάλλει· ὅμως δὲ καὶ ὁ καθαρισμὸς ἐπειδὴ τύπον εἶχε σωματικὸν, λέγει, Μωϋσέως νόμον· ἐπειδὴ δὲ τὸ πρωτότοκον παρίστατο, λέγει, κατὰ τὸν νόμον Κυρίου, τιμῶν τὸ γεννώμενον· Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου· πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται. Ὁ λόγος οὖν οὗτος καὶ ὁ νόμος ὅλος καὶ ἡ αἰτία τοῦ νόμου διὰ τὸν μέλλοντα διανοίγειν μήτραν ἐτίθετο. Ὅλα γὰρ τὰ πρωτότοκα τῶν ζώων καὶ τῶν ἀνθρώπων οὐδέποτε διήνοιξαν μήτραν, ἀλλ' ἦν πρωτότοκα μόνον· ὃν δὲ Παρθένος ἐγέννησεν, αὐτὸς μόνος διήνοιξε μήτραν. Ὅρα μοι τοίνυν ὅλου τοῦ νόμου τὴν διατύπωσιν διὰ τὸν μέλλοντα μόνον ἐκ παρθένου γεννᾶσθαι.

Πόθεν δὲ Ἰουδαίοις ταύτην νοῆσαι δυνατὸν ἦν; σαρκικοὶ γὰρ ὑπάρχοντες, τὰ νοήματα τῆς πνευματικῆς παρακολουθήσεως πλεῖστον ὅσον ἀπέχουσι νοῆσαι. Εἶτα ἀνέρχονται τοῦ δοῦναι θυσίαν, Κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. Ἐγένετο δὲ καὶ ταῦτα τυπικῶς κατὰ τὸν νόμον, ἵνα μηδὲν ἐλλείψῃ εἰς συμπλήρωσιν τοῦ νόμου. Ταῦτα αἰνίγματά εἰσι νομικά· ἔλθωμεν δὲ εἰς τὴν εὐαγγελικὴν ἐξήγησιν· Καὶ ἰδοὺ ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος ἐκεῖνος δίκαιος καὶ εὐλαβής· καὶ ἦν Πνεῦμα Θεοῦ ἐπ' αὐτόν. Οὗτος ἦν κεχρηματισμένος ὑπὸ τοῦ ἁγίου Πνεύματος μὴ πρότερον τελέσαι τὸν βίον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Πρεσβύτης ἦν ὁ Συμεὼν, καὶ ἐξεδέχετο τὴν εὐαγγελίαν· ἔμενεν ἐν τῷ ναῷ, ἔσω ἐκεῖνο λέγων παρ' ἑαυτῷ· Ὅπου ἐὰν γεννηθῇ, πάντως ἐνταῦθα ἀπαντᾷ. Οὗτος ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερὸν κατ' ἐκείνην τὴν ὥραν, ὅτε οἱ γονεῖς τὸν παῖδα προσῆγον. Πολλάκις μὲν γὰρ ἤρχετο, ἀλλὰ κατ' ἰδίαν πρόφασιν· τότε δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος χειραγωγηθεὶς εὐκαίρως ἔρχεται πρὸς τὴν ἀποπλήρωσιν τῆς ἐπαγγελίας. Οὗτος ἐδέξατο ἐν ταῖς ἀγκάλαις αὐτοῦ τὸν Ἰησοῦν, καὶ εὐλόγησε τὸν Θεὸν, καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Πόθεν ἀπολύεις; Ἐκ τοῦ βιωτικοῦ σκάμματος· λυπηρὰ γὰρ τὰ πράγματα, δεσμωτήριον ὁ βίος. Ἐκεῖνος μὲν οὖν ἀπολυθῆναι ἤθελεν· εἴ τις δὲ ζημίαν ἡγεῖται τὴν ἐντεῦθεν ἀναχώρησιν, οὗτος οὐδέπω τέλειός ἐστιν τὴν πίστιν. Ὅμως ἔλεγε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Ὁ γὰρ μέλλων ποιεῖν εἰρήνην τῷ κόσμῳ παρεγένετο· ὁ εἰρηνοποιὸς ἐλήλυθεν, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, καὶ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, παραγέγονε. Συμεὼν βοᾷ· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, φησί. Τί ἐστιν ὃ λέγει;

Πρότερον μὲν γὰρ ἐπίστευον τῇ διανοίᾳ, καὶ τῷ λογισμῷ ἐγίνωσκον· νῦν δὲ εἶδον καὶ οἱ ὀφθαλμοί μου· καὶ ὃ τῇ καρδίᾳ προσεδόκησα, ἰδοὺ εἶδον οἱ ὀφθαλμοί μου τετελειωμένον. Τί δέ; Εἶδον, φησὶ, τὸ σωτήριόν σου. Ποῖον; Ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, οὐ τοῦ λαοῦ τοῦ ἑνὸς, οὐδὲ τοῦ Ἰσραὴλ μόνον, ἀλλὰ κατὰ πρόσωπον πάντων τῶν λαῶν· καθολικῶς γὰρ ὁ τεχθεὶς διδάσκαλος. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. ∆ιὰ τί φῶς; Ἐπειδήπερ τὰ ἔθνη ἐν σκότει ὑπῆρχον· ἐπειδὴ τὰ ἐσκοτισμένα ἔθνη ἐφωτί 50.810 ζετο. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὧδε δόξα, κἀκεῖ ἀποκάλυψις· ἐκεῖ διδασκαλίας ἀρχὴ, ἐνταῦθα δὲ ἀκόλουθος μάθησις. ∆όξαν λαοῦ σου Ἰσραήλ. Ἀλλὰ πάντως ἐρεῖ τις· Καὶ ποῦ εἰσὶν οἱ Ἰσραηλῖται; Ἔχεις Πέτρον, ἔχεις Παῦλον, ἔχεις Ἰωάννην, ἔχεις τοὺς τρισχιλίους, ἔχεις τοὺς πεντακισχιλίους, ἔχεις τὴν τῆς Ἱερουσαλὴμ Ἐκκλησίαν, ἔχεις τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας· ἐν γὰρ τοῖς πεπιστευκόσιν ἦν τὸ ἔθνος. Εἰ μὴ