1

 2

1

De oratione

Περὶ εὐχῆς.

62.737 ∆εῦτε πάντες, ἀδελφοὶ, γνωρίσωμεν τὸν ποιήσαντα ἡμᾶς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καὶ οἰκτίρμονα, τὸν μὴ θέλοντα τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Οἱ πάντες γρηγορεῖτε καὶ γίνεσθε ἕτοιμοι, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται· δεῦτε, ἀκούσατε αὐτοῦ λέγοντος· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Λοιπὸν, ἀδελφοὶ, ἐφ' ὅσον ἐπὶ θύραις ἡ κρίσις ἐστὶ, πολλῶν δακρύων, πολλοῦ ὀδυρμοῦ, πολλῆς εὐχῆς χρεία, εὐχῆς οὐ σήμερον καὶ αὔριον γενομένης.

Εὐχὴ γὰρ θησαυρὸς ἀνέκλειπτος παντὸς ἀγαθοῦ, λιμὴν ἀχείμαστος, γαλήνης ὑπόθεσις, ψυχῆς ἰατρεῖον· εὐχὴ ψαλμῳδία, ἁγιασμὸς ψυχῆς καὶ σώματος· καὶ, ἁπλῶς εἰπεῖν, εὐχὴ πύλας οὐρανοῦ ἀνοίγουσα, Θεῷ προσάγει πάντα ἄνθρωπον μικρόν τε καὶ μέγαν, πλούσιον καὶ πένητα, τὸν ὁλόψυχον καθ' ἑκάστην ἡμέραν εὐχόμενον μείζονα ἀγγέλων ἐργάζεται. Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν ὁ λόγος; Ἁμαρτωλός εἰμι, φησὶ, καὶ ἀπαῤῥησίαστος, αἰσχύνης γέμων, καὶ οὐ δύναμαι ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, ὅτι πολλὰ ἥμαρτον καὶ ἐν λόγοις καὶ ἐν ἔργοις καὶ κατὰ διάνοιαν, καὶ πᾶσαν ἡμέραν καὶ ὥραν ἐδαπάνησα ἐν ἀσωτίᾳ τὴν ζωήν μου, καὶ ποίῳ προσώπῳ ἢ παῤῥησίᾳ εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς ἀνοίξω τὸ πονηρὸν καὶ ἀκάθαρτόν μου στόμα; πῶς τὰ χείλη μου κινήσω, ἢ παρακαλέσω ὑπὲρ ποίων μου πονηρῶν πράξεων πρῶτον τὸν Θεόν; Οὕτως οὖν σατανικὰ ταῦτα τὰ ῥήματα λέγεις; Μάθε, τίνας καλεῖ ὁ Χριστὸς ἐλθὼν ἐπὶ τῆς γῆς, δικαίους, ἢ ἁμαρτωλούς· λέγει γὰρ οὕτως· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἁμαρ 62.738 τωλός εἰμι, φησὶ, καὶ πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν ἵνα γένωμαι δίκαιος; Καλὰ λέγεις· ὅτι ἀκούω, καὶ οὐ φυλάττω· καὶ τί μοι τὸ ὄφελος; Κἀγὼ πάλιν λέγω σοι· κἂν φυλάττῃς, κἂν οὐ φυλάττῃς, μόνον εἴσελθε εἰς τὴν ἐκκλησίαν, ἀκούεις τῶν θείων Γραφῶν, ἄκουε τῆς ἀναγνώσεως.

Οἶδα ἀληθῶς, ὅτι ἐὰν εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούεις τῶν θείων Εὐαγγελίων, καὶ τῶν διδασκάλων τῶν ἀποστόλων, καὶ τῶν θείων πατέρων, κἂν λιθίνην καρδίαν ἔχῃς, κἂν θηρίου γνώμην καὶ ἀγριότητα, ὀψέ ποτε καὶ ῥᾳδίως κατανυγῆναι ἔχεις. Ἁμαρτωλὸς εἶ; εἴσελθε εἰς τὴν ἐκκλησίαν, πρόπεσον, κλαῦσον, θρήνησον, στέναξον, δάκρυσον. Ἥμαρτες; ἐξομολόγησαι Θεῷ τὰς ἁμαρτίας σου· εἰπὲ μόνον τὸ, Ἥμαρτον· εἰπὲ τῷ Θεῷ τῷ εἰδότι πρὶν γενέσεως αὐτοῦ· εἰπὲ τῷ Θεῷ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς· εἰπὲ ἐνταῦθα, ἵνα μὴ ἐκεῖ ὑπὸ μυριάδων ἀγγέλων καὶ ἀνθρώπων αἰσχυνόμενος ἐλεγχθῇς. Εἰπέ μοι, τί ἐστι κάλλιον ὧδε ἐν ἐκκλησίᾳ τῷ Θεῷ μόνῳ ἐξομολογήσασθαι καὶ τῷ πνευματικῷ σου πατρὶ, ἢ ἐκεῖ ὑπὸ τοσούτων μυριάδων δημοσιεύεσθαι; Ἁμαρτωλὸς εἶ; εἰπὲ μόνον, οὐδὲν ἄλλο σε ἀπαιτῶ, μόνον στέναξον. Ποία ἀνάγκη τοῦτο; ποία θλῖψις; ποία χρημάτων δαπάνη; Ποία δυσκολία εἰπεῖν μόνον τὸ, Ἥμαρτον; Ἀλλὰ λέγεις, ὅτι Αἰσχύνομαι. Ἄθλιε καὶ ταλαίπωρε, ὅτε ἐποίεις τὴν ἁμαρτίαν, οὐκ ᾐσχύνου, καὶ ὅτε μετανοῆσαι καὶ σωθῆναι θέλεις, αἰσχύνῃ; ὅτε περιεπλέκου τὴν πόρνην τὴν πονηρὰν, καὶ πονηρὰν πρᾶξιν ποιῶν, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ἡμάρτανες, ὅτε ἐπόρνευες καὶ ἐμοίχευες, οὐκ ᾐσχύνου, καὶ ὅταν μετανοήσῃς καὶ θέλῃς σωθῆναι, τότε αἰσχύνῃ; ὅτε ἥρπαζες τὰ ἀλλότρια, ὅτε χήρας ἔθλιβες καὶ κατ 62.739 εφρόνεις πένητας, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ὤμνυες τὸ φρικτὸν ὄνομα τοῦ Θεοῦ, καὶ ἐψευδομαρτύρεις, ὅτε ἐπιώρκεις, ὅτε πᾶν κακὸν καὶ πονηρὰ ἔργα, ἃ μισεῖ ὁ Θεὸς, ἔπραττες, οὐκ ᾐσχύνου,