1

 2

 3

 4

 5

 6

 7

 8

6

νομίσαντες, ταύτην αἰτοῦσι τὴν αἴτησιν. Ἀποῤῥήξαντες γὰρ ἑαυτοὺς τοῦ χοροῦ τῶν μαθητῶν, καὶ εἰς ἑαυτοὺς τὸ πᾶν περιστήσαντες, ἀξιοῦσιν ὑπὲρ προεδρίας καὶ τοῦ πρῶτοι γενέσθαι τῶν ἄλλων, νομίζοντες ἤδη τὰ πράγματα εἰληφέναι τέλος, καὶ τὸ πᾶν κατωρθῶσθαι, καὶ στεφάνων εἶναι λοιπὸν καὶ ἀμοιβῶν καιρόν· ὅπερ καὶ αὐτὸ τῆς ἐσχάτης ἀγνοίας ἦν. Καὶ ὅτι οὐ στοχασμὸς ταῦτά ἐστιν, οὐδὲ λόγων πιθανότητες, παρ' αὐτοῦ τοῦ Ἰησοῦ, τοῦ τὰ ἀπόῤῥητα ἐπισταμένου, τὴν ἀπόδειξιν ὑμῖν ἐπαγάγω. Ἐπειδὴ γὰρ ταῦτα ᾔτησαν, ἄκουσον τί φησι πρὸς αὐτούς· Οὐκ οἴδατε τί αἰτεῖσθε. Τί ταύτης σαφέστερον τῆς ἀποδείξεως; Ὁρᾷς ὅτι οὐκ ᾔδεισαν ὅπερ ᾐτοῦντο, περὶ στεφάνων καὶ ἀμοιβῶν καὶ προεδρίας καὶ τιμῆς αὐτῷ διαλεγόμενοι, οὐδέπω τῶν ἀγώνων οὐδὲ ἀρχὴν εἰληφότων; ∆ύο τοίνυν αἰνίττεται διὰ τοῦ λέγειν· Οὐκ οἴδατε τί αἰτεῖσθε, ἓν μὲν ὅτι περὶ βασιλείας διαλέγονται, ἧς οὐδεὶς ἦν τῷ Χριστῷ λόγος· οὐ γὰρ δὴ περὶ ταύτης ἐπήγγελτο τῆς κάτω καὶ τῆς αἰσθητῆς· ἕτερον δὲ ὅτι προεδρίαν ζητοῦντες ἤδη καὶ τιμὰς τὰς ἀνωτάτω, καὶ τῶν ἑτέρων βουλόμενοι λαμπρότεροι φανῆναι καὶ περιφανέστεροι, οὐδὲ ἐν καιρῷ ταῦτα ζητοῦσιν, ἀλλὰ καὶ σφόδρα ἀκαίρως. Ὁ γὰρ καιρὸς ἐκεῖνος οὐχὶ στεφάνων, οὐδὲ ἐπάθλων, ἀλλ' ἀγωνισμάτων καὶ παλαισμάτων καὶ πόνων καὶ ἱδρώτων καὶ σκαμμάτων καὶ πολέμων. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· Οὐκ οἴδατε τί αἰτεῖσθε, περὶ τούτων μοι διαλεγόμενοι, οὐδέπω καμόντες, οὐδὲ ἀποδυσάμενοι πρὸς τοὺς ἀγῶνας, ἔτι τῆς οἰκουμένης ἀδιορθώτου μενούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἁπάντων 48.775 ἀπολωλότων· οὐδέπω τῆς βαλβῖδος ἐξεπηδήσατε· οὐδέπω πρὸς τὰ παλαίσματα ἀπεδύσασθε. ∆ύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; ποτήριον ἐνταῦθα καὶ βάπτισμα καλῶν τὸν σταυρὸν τὸν ἑαυτοῦ καὶ τὸν θάνατον· ποτήριον μὲν, ἐπειδὴ μεθ' ἡδονῆς αὐτὸν ἐπῄει, βάπτισμα δὲ, ὅτι δι' αὐτοῦ τὴν οἰκουμένην ἐκάθηρεν· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν εὐκολίαν τῆς ἀναστάσεως.

Ὥσπερ γὰρ ὁ βαπτιζόμενος ὕδατι, μετὰ πολλῆς ἀνίσταται τῆς εὐκολίας, οὐδὲν ὑπὸ τῆς φύσεως τῶν ὑδάτων κωλυόμενος· οὕτω καὶ αὐτὸς εἰς θάνατον καταβὰς, μετὰ πλείονος ἀνέβη τῆς εὐκολίας· διὰ τοῦτο βάπτισμα αὐτὸ καλεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· δύνασθε σφαγῆναι καὶ ἀποθανεῖν; τούτων γὰρ ὁ καιρὸς νῦν, θανάτων καὶ κινδύνων καὶ πόνων. Λέγουσιν ἐκεῖνοι, ∆υνάμεθα, οὐδὲ εἰδότες τί ποτε ἦν τὸ λεγόμενον, ἀλλὰ τῇ ἐλπίδι τῆς ἀπολήψεως ὑπισχνούμενοι. Λέγει πρὸς αὐτούς· Τὸ μὲν ποτήριον πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸν θάνατον οὕτω λέγων· καὶ γὰρ Ἰάκωβος ἀπετμήθη μαχαίρᾳ, καὶ Ἰωάννης πολλάκις ἀπέθανε. Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου, καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀποθανεῖσθε μὲν, καὶ σφαγήσεσθε, καὶ μαρτυρίῳ τιμηθήσεσθε· τὸ μέντοι πρώτους γενέσθαι, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τῶν ἀγωνιζομένων λαβεῖν, διὰ πλείονος τῆς σπουδῆς, διὰ μείζονος τῆς προθυμίας. Ἵνα δὲ ὃ λέγω γένηται σαφέστερον, ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην· εἶτα μητέρα ἀθλητὰς ἔχουσαν δύο παῖδας, προσελθεῖν μετὰ τῶν παίδων αὐτῆς τῷ ἀγωνοθέτῃ, καὶ λέγειν· εἰπὲ ἵνα οὗτοι οἱ δύο υἱοί μου τὸν στέφανον λάβωσι· τί τοίνυν αὐτὸς ἀποκρινεῖται; Τὸ αὐτὸ δὴ τοῦτο, ὅτι οὐκ ἔστιν ἐμὸν δοῦναι· ἀγωνοθέτης εἰμὶ, οὐ χάριτι βραβεύων, οὐδὲ ἱκετηρίᾳ καὶ δεήσει τῶν προσιόντων, ἀλλὰ τῷ τέλει τῶν πραγμάτων. Τοῦτο γὰρ μάλιστα ἀγωνοθέτου, τὸ μὴ ἁπλῶς καὶ ὡς ἔτυχε διδόναι τὰ βραβεῖα, ἀλλ' ἀνδρείαν τιμῶντα. Τοῦτο δὴ καὶ ὁ Χριστὸς ποιεῖ· οὐκ ἐξαίρων τὰ τῆς οὐσίας, οὕτως εἶπεν, ἀλλὰ τοῦτο δηλῶν, ὅτι οὐκ αὐτοῦ μόνου ἐστὶ δοῦναι, ἀλλὰ καὶ τῶν ἀγωνιζομένων λαβεῖν. Εἰ γὰρ αὐτοῦ μόνου ἦν, πάντες ἄνθρωποι ἂν ἐσώθησαν, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἦλθον·