1

 2

 3

2

ἰδίου ποιμνίου· ἀλλ' εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου, οὐχ ὡς Θεὸς, οὐχ ὡς βασιλεὺς, οὐχ ὡς Ἥλιος δικαιοσύνης, ἀλλ' ὡς ἄνθρωπος πρὸς ἄνθρωπον, ὡς ἀρνίον πρὸς ἀρνίον. Συνδιαιτᾶται αὐτῷ, συννέμεται, συγκαθέζεται, εἰσέρχεται, συναναπίπτει τῷ ἤδη πεπτωκότι ὑπὲρ τὴν ἁμαρτίαν, ἵνα ἐν τῷ συναναπεσεῖν αὐτῷ τὸν ἤδη πεπτωκότα συνανεγείρῃ. Καὶ εἰσελθὼν οὐκ ἐβαπτίσθη κατὰ τὸ ἔθος τῶν Φαρισαίων. Τοῦτο δὲ ἐποίει κατὰ δύο τρόπους, ἵνα δώσῃ ἀφορμὴν τῷ προβάτῳ λαλεῖν πρὸς τὸν ποιμένα· ἔτι δὲ καὶ δόγμα Ἰουδαϊκὸν καταλύσῃ, καὶ βεβαιώσῃ πνευματικόν. Εἶδε γὰρ, φησὶν, ὁ Φαρισαῖος, καὶ ἐθαύμασεν, ὅτι οὐ πρῶτον ἐβαπτίσθη, οὐκ ἐπαινῶν τὸν διδάσκαλον, ἀλλὰ ἀπορῶν τὸ γινόμενον, οὐκ ἐπαινῶν, ἀλλὰ κρίνων. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, τὸν ζωοπλάστην ὑπὸ τοῦ πλάσματος κρινόμενον, καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ διορθούμενον.

Τοῦτο ἔπασχεν ὁ Φαρισαῖος μὴ θεωρῶν τοῖς κρυπτοῖς ὀφθαλμοῖς τῆς καρδίας τὸν ἔνδοθεν τῶν ἀγγέλων ταξίαρχον. Εἰ ἐθεάσατο τοῦτον, προσέπεσεν ἂν τοῖς γό59.592 νασι, καὶ τοῖς δάκρυσιν ἔπλυνεν αὐτοῦ τοὺς πόδας, καὶ ἔλεγεν, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ἔλεγε γὰρ ἄν· Σὺ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών· τῷ σῷ λόγῳ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τῷ σῷ αἱ δυνάμεις αὐτῶν συνέστησαν. Σὺ συνάγεις ὡς εἰς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους· ἀπὸ σοῦ φοβεῖται πᾶσα ἡ οἰκουμένη. Ἀλλ' οὐδὲν τούτων οὔτε ἐννοήσας, οὔτε εἰρηκὼς ἔκρινε τὸν ∆εσπότην· ὁ δὲ Κύριος πρόφασιν δεδωκὼς, ὥσπερ ἐκείνῃ τῇ Σαμαρείτιδι, ἐκ τοῦ αἰτῆσαι παρ' αὐτῆς ὕδωρ, ἔδωκε καιρὸν τοῦ αἰτῆσαι παρ' αὐτοῦ τὸ οὐράνιον ὕδωρ. Ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸν χειραγωγεῖν. Ἄρτι γὰρ ὑμεῖς, οἱ Φαρισαῖοι, πλύνετε τὸ ἔξω τοῦ ποτηρίου καὶ τοῦ πίνακος· τὸ δὲ ἔσωθεν γέμει ἁρπαγῆς καὶ δόλου· τουτέστιν, Ὑμεῖς νῦν τὸ μὲν σῶμα καλλωπίζετε, τὰς δὲ ψυχὰς κακίζετε. Πῶς δὲ καὶ τέρψῃ, χρυσοῦν ἂν ᾖ τὸ ποτήριον, ὅταν ἔνδον ἔχῃ θανατηφόρον ποτόν; Οὐχὶ τοιαῦται αἱ πόρναι, τὰς ὄψεις αὐτῶν τοῖς χρώμασιν ἀνθίζουσαι, τὰς ψυχὰς ἀφανίζουσιν; ἢ γὰρ οὐχὶ τὰς ὄψεις αὐτῶν φοίνικι ἐρυθραίνουσαι, εἴδωλον τῆς μελλούσης αὐτὰς ὑποδέχεσθαι φλογὸς οἰκείοις δακτύλοις ἐργάζονται; δέον αὐτὰς τῷ αἵματι τοῦ Ἰησοῦ τὰς καρδίας ῥαντίζειν, μᾶλλον δὲ ῥοδίζειν, καὶ τῷ πνεύματι τὰς καρδίας αὐτῶν λευκαίνειν· ἵνα τὸ ἄνθος τῆς ψυχῆς ἀστράπτον καθάπερ ῥόδον ἐν κρίνῳ μεμιγμένον ὑπάρχῃ. Νῦν δὲ τὰς ὄψεις αὐτῶν ἐκφλογίζουσιν, ἵνα τὰς τῶν νέων καρδίας πρὸς μανίαν ἐκκαύσωσιν. Νῦν ὑμεῖς, οἱ Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας· ὡσανεὶ ἔλεγε, ∆ιὰ τί τὸ μὲν σῶμα ὕδατι λούετε, τὰ δὲ πταίσματα ἐν τῷ πνεύματι οὐ λούετε;

Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητοὶ, οὐδὲν ὠφεληθήσεται ἄνθρωπος, κἂν τὸ σῶμα πλύνῃ, ἐὰν μὴ πνεῦμα ἔχῃ συνεργὸν, καὶ σύνδρομον τὴν ἐλεημοσύνην. Ὥσπερ γὰρ ποτήριον καὶ ἔξωθεν πλυθὲν καὶ ἔσωθεν, μὴ ἔχον δὲ ποτὸν, οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον· οὕτω καὶ ἄνθρωπος, κἂν ἔσωθεν ᾖ πεπλυμένος καὶ ἔξωθεν, οὐ τέρψει τὸν Κύριον, ἐὰν μὴ θρέψῃ τὸν σύνδουλον. ∆ιὸ ἐπιφέρει ὁ Κύριος, καὶ λέγει· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην· καὶ ἰδοὺ πάντα καθαρὰ ἔσται ὑμῖν. Πλὴν τὰ ἐνόντα, λέγει· οὐ γὰρ τῇ τῶν πολυχρύσων προσκομιδῇ τέρπεται, ὅσον τῇ τῶν ἀδόλων ἀνυποκρίτῳ προσφορᾷ. Μὴ ζητήσῃς σὺ ὁ πένης, ὅτι οὐκ ἔχεις χρυσὸν, καὶ ἀργύρου τοσάσδε ὁλκάδας· ῥῖψον εἰς τὸ γαζοφυλάκιον ὃ ἔχεις· καὶ δύο λεπτὰ δικαιοῖ. Μνήσθητι τὸ τῆς χήρας ἐκείνης, ὅτι ἐδικαιώθη ὑπὲρ τοὺς πολυχρύσους. Ὁ γὰρ Θεὸς χρήματα οὐκ οἶδε σταθμίζειν, ἀλλὰ συνείδησιν δοκιμάζει. Ἡ ἐλεημοσύνη σπίλους ψυχῶν ἀποσμήχει, καὶ μισθοὺς ἀγαθῶν θησαυρίζει· ἡ ἐλεημοσύνη ψυχῆς ζωτικὴ χορηγία, ἡ ἐλεημοσύνη τὰς ψυχὰς ἐκλευκαίνει, ἡ ἐλεημοσύνη ψυχῆς παῤῥησία, καλὴ στρατηγία. Ῥίψατε χρυσὸν, καὶ λάβετε Κύριον·