1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

εὐχῇ προσιόντα. Οὐδὲ γὰρ ὁ Χριστὸς ὑπὲρ τῶν ἐχθρῶν ταῦτα παρῄνεσε μόνον, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν ἀφιέντων ἐκείνοις τὰ ἁμαρτήματα· μείζονα γὰρ λαμβάνεις ἢ δίδως, ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ. Καὶ πῶς μείζονα λαμβάνω; φησίν. Ἐὰν ἀφήσῃς τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα, συγχωρεῖταί σοι τὰ εἰς τὸν ∆εσπότην πλημμελήματα. Ἐκεῖνα ἀνίατά εἰσι καὶ ἀσύγγνωστα· ταῦτα πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην. Ἄκουσον γοῦν τοῦ Ἠλὶ λέγοντος πρὸς τοὺς υἱοὺς αὐτοῦ· Ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Ὥστε ἐκεῖνο τὸ τραῦμα οὔτε εὐχῇ ῥᾳδίως λύεται· εὐχῇ μὲν οὐ λύεται, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν πλησίον λέλυται. ∆ιὸ ἐκεῖνα μὲν μύρια τάλαντα ἐκάλεσεν ὁ Χριστὸς, τὰ εἰς τὸν ∆εσπότην ἁμαρτήματα· ταῦτα δὲ ἑκατὸν δηνάρια. Ἄφες οὖν ἑκατὸν δηνάρια, ἵνα ἀφεθῇ σοι μύρια τάλαντα.

βʹ. Ἀλλὰ τὰ μὲν περὶ τῆς εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν ἱκανῶς εἴρηται· ἐπὶ δὲ τὸν τῆς προδοσίας, εἰ δοκεῖ, ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ ∆εσπότης. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω 49.375 αὐτόν; Καὶ δοκεῖ μὲν σαφὲς εἶναι τὸ λεγόμενον, καὶ μηδὲν πλέον αἰνίττεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσῃ ἓν ἕκαστον τῶν λεγομένων, πολλὴν ἔχει τὴν θεωρίαν, καὶ πολὺ τὸ βάθος τῶν νοημάτων. Καὶ πρῶτον, ὁ καιρός. Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής· οὐ γὰρ εἶπε πορευθεὶς ἁπλῶς. ἀλλὰ προσέθηκε τὸ Τότε πορευθείς. Τότε; εἰπέ μοι, πότε; καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον; τί με βούλεται διδάξαι; Οὐ γὰρ ἁπλῶς εἴρηται τὸ, Τότε, καὶ γὰρ Πνεύματι φθεγγόμενος οὐδὲ ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται. Τί οὖν ἐστι τὸ, Τότε; Πρὸ αὐτοῦ τοῦ χρόνου, πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε πόρνη, ἀλάβαστρον μύρου ἔχουσα, καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου. Ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν πίστιν, πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν· μετεβλήθη ἀπὸ τοῦ προτέρου βίου, ἐγένετο βελτίων καὶ σωφρονεστέρα. Καὶ ὅτε ἡ πόρνη μετενόησεν, ὅτε τὸν ∆εσπότην ἐπεσπάσατο, τότε ὁ μαθητὴς τὸν διδάσκαλον προέδωκε. ∆ιὰ τοῦτο εἶπε, Τότε, ἵνα μὴ κατηγορήσῃς τοῦ διδασκάλου ἀσθένειαν, ὅταν ἴδῃς τὸν μαθητὴν προδιδόντα τὸν διδάσκαλον. Τοσαύτη γὰρ ἦν ἡ δύναμις τοῦ διδασκάλου, ὡς καὶ πόρνας ἐπισπᾶσθαι εἰς τὴν οἰκείαν ὑπακοήν. Τί οὖν, φησὶν, ὁ πόρνας ἐπισπώμενος, μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι; Ἴσχυεν ἐπισπάσασθαι τὸν μαθητὴν, ἀλλ' οὐκ ἠβούλετο ἀνάγκῃ ποιῆσαι καλὸν, οὐδὲ βίᾳ ἑλκύσαι πρὸς ἑαυτόν. Τότε πορευθείς. Ἔχει τι καὶ τοῦτο οὐ μικρὸν θεώρημα, τὸ, Πορευθείς· οὐ γὰρ μετακληθεὶς ὑπὸ τῶν ἀρχιερέων, οὐκ ἀναγκασθεὶς οὐδὲ βιασθεὶς, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ καὶ οἴκοθεν ἔτεκε τὸν δόλον, καὶ τὴν γνώμην ἐξήγαγε ταύτην, οὐδένα ἔχων σύμβουλον τῆς πονηρίας ταύτης. Τότε πορευθεὶς εἷς τῶν δώδεκα. Τί ἐστιν, Εἷς τῶν δώδεκα; Καὶ τοῦτο μεγίστην αὐτῷ δείκνυσιν οὖσαν τὴν κατηγορίαν τῷ εἰπεῖν, Εἷς τῶν δώδεκα. Καὶ γὰρ ἦσαν ἕτεροι μαθηταὶ τῷ Ἰησοῦ ἑβδομήκοντα τὸν ἀριθμόν· ἀλλ' ἐκεῖνοι τὰ δευτερεῖα εἶχον, ἐκεῖνοι οὐ τοσαύτης ἀπέλαυον τῆς τιμῆς, οὐδὲ τοσαύτης μετεῖχον τῆς παῤῥησίας, οὐκ ἐκοινώνησαν ἀποῤῥήτων τοσοῦτον, ὡς οἱ δώδεκα. Οὗτοι μάλιστα ἦσαν δόκιμοι, καὶ ὁ περὶ τὸν βασιλέα χορὸς οὗτος ἦν· αὕτη ἡ συμμορία ἡ περὶ τὸν διδάσκαλον, καὶ ἀπὸ ταύτης ἐξεπήδησεν ὁ Ἰούδας. Ἵν' οὖν μάθῃς ὅτι οὐ μαθητὴς ἁπλῶς αὐτὸν προὔδωκεν, ἀλλὰ τῆς δοκιμωτάτης τάξεως εἷς, διὰ τοῦτό φησιν· Εἷς τῶν δώδεκα. Καὶ οὐκ αἰσχύνεται ὁ ταῦτα γράψας Ματθαῖος. Τίνος ἕνεκεν οὐκ αἰσχύνεται; Ἵνα μάθῃς, ὅτι πανταχοῦ μετὰ ἀληθείας πάντα φθέγγονται, καὶ οὐδὲν ἀποκρύπτονται, οὐδὲ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα. Ταῦτα γὰρ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, ταῦτα δείκνυσι τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν· ὅτι τὸν προδότην, τὸν λῃστὴν, τὸν κλέπτην, τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης διαβαστάζων αὐτὸν διετέλει τῆς ὥρας· καὶ γὰρ ἐνουθέτει καὶ παρῄνει καὶ πάντα τρόπον ἐπεμελεῖτο. Εἰ δὲ