1

 2

 3

 4

 5

 6

2

κατετόλμησε τελευτῆς τοιαύτης. Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ συμβὰν, ἀλλ' ἐννόησον πῶς ἦν εἰκὸς κόρην διατεθῆναι ἁπαλὴν, τοῦ θαλάμου πλέον εἰδυῖαν οὐδὲν, στρατιωτῶν ἀθρόως ἐπιστάντων, πρὸ τῆς θύρας ἑστώτων, καλούντων εἰς δικαστήριον, εἰς ἀγορὰν ἑλκόντων ὑπὲρ τοιούτων καὶ τηλικούτων πραγμάτων. Οὐ πατὴρ ἔνδον, οὐ μήτηρ παρῆν, οὐ τροφὸς, οὐ θεραπαινὶς, οὐ γείτων, οὐ φίλη, ἀλλὰ μόνη μεταξὺ τῶν δημίων ἐκείνων ἀπείληπτο. Ὅτι γὰρ ἐξελθεῖν καὶ ἀποκρίνασθαι τοῖς δημίοις ἐκείνοις τοῖς στρατιώταις ἴσχυσεν, ὅτι διᾶραι στόμα, καὶ φωνὴν ἀφεῖναι, ὅτι γὰρ ἰδεῖν, ὅτι στῆναι καὶ ἀναπνεῦσαι, πῶς οὐκ ἄξιον ἐκπλήττεσθαι καὶ θαυμάζειν; Οὐκ ἦν ταῦτα ἀνθρωπίνης φύσεως· τὸ μὲν γὰρ πλέον εἰσήνεγκεν ἡ τοῦ Θεοῦ ῥοπή. Οὐ μὴν οὐδὲ αὕτη τότε ἀργοῦσα εἱστήκει, ἀλλὰ τὰ παρ' ἑαυτῆς πάντα ἐπεδείκνυτο, τὴν προθυμίαν, τὸ φρόνημα, τὸ γενναῖον, τὸ βουληθῆναι, τὸ προελέσθαι, τὸ σπεῦσαι, τὸ ἐπειχθῆναι· τὸ δὲ εἰς πέρας ἅπαντα ταῦτα ἐλθεῖν, τῆς τοῦ Θεοῦ βοηθείας ἐγίγνετο καὶ τῆς ἄνωθεν εὐνοίας· ὥστε καὶ θαυμάζειν αὐτὴν καὶ μακαρίζειν ἄξιον· μακαρίζειν μὲν ὑπὲρ τῆς τοῦ Θεοῦ συμμαχίας, θαυμάζειν δὲ ὑπὲρ τῆς οἰκείας προθυμίας. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη δικαίως ἀκούσας, ὅτι ἐν μιᾷ καιροῦ ῥοπῇ γνώμην τοσαύτην καὶ ἐβουλεύσατο καὶ ἐκύρωσε, καὶ εἰς ἔργον ἐξήγαγεν; Ἵστε γὰρ δήπου, πάντες, ὅτι τὰ πολλάκις ἡμῖν ἐν μακρῷ μελετηθέντα χρόνῳ, παρόντος τοῦ καιροῦ τοῦ τὴν πεῖραν ἀπαιτοῦντος ἡμᾶς, καὶ φόβου μικροῦ τὴν διάνοιαν καταλαβόντος ἅπαντα ἐξεχέαμεν τὰ βουλεύματα ὑπὸ τῆς ἀγωνίας ἀθρόον πτοηθέντες. Αὕτη δὲ βουλὴν οὕτω φρικτὴν καὶ φοβερὰν ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ ὑποδέξασθαι, καὶ ψηφίσασθαι, καὶ τοῖς ἔργοις πληρῶσαι ἴσχυσε, καὶ οὔτε τὸ φοβερὸν τῶν παρόντων, οὐχ ἡ ὀξύτης τοῦ καιροῦ, οὐχ ἡ ἐρημία τῆς ἐπιβουλευομένης, οὐ τὸ μόνην ἔνδον ἀπειλῆφθαι, οὐκ ἄλλο οὐδὲν τοιοῦτον ἐθορύβησε τὴν μακαρίαν ἐκείνην· ἀλλ' ὥσπερ φίλων τινῶν παρόντων καὶ γνωρίμων, οὕτω μετὰ ἀδείας ἅπαντα ἔπραττε· καὶ μάλα εἰκότως. Οὐ γὰρ ἦν ἔνδον μόνη, ἀλλ' εἶχε σύμβουλον Ἰησοῦν· ἐκεῖνος αὐτῇ παρῆν, ἐκεῖνος τῆς καρδίας αὐτῆς ἥπτετο, ἐκεῖνος τὴν ψυχὴν παρεθάῤῥυνεν, ἐκεῖνος μόνος τὸν φόβον ἐξέβαλε. Ταῦτα δὲ οὐχ ἁπλῶς ἐποίει, ἀλλ' ἐπειδὴ πρότερον ἑαυτὴν ἀξίαν παρεσκεύασε τῆς ἐκείνου βοηθείας ἡ μάρτυς. βʹ. Ἐξελθοῦσα τοίνυν χάριν ᾔτησε τοὺς στρατιώτας, ὥστε εἰσελθεῖν, καὶ μεταμφιάσασθαι· καὶ εἰσελθοῦσα μετημφιάσατο ἀφθαρσίαν ἀντὶ φθορᾶς, ἀθανασίαν ἀντὶ θανάτου, ζωὴν ἀτελεύτητον ἀντὶ προσκαίρου περιβαλλομένη ζωῆς. Ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο θαυμάζω, πῶς ἔδωκαν τὴν χάριν οἱ στρατιῶται, πῶς ἠπάτησε τοὺς ἄνδρας ἡ γυνὴ, πῶς οὐδὲν τῶν μελλόντων συμβήσεσθαι ὑπείδοντο ἐκεῖνοι, πῶς οὐ συνῆκαν τὸν δόλον. Οὐδὲ γὰρ ἔστι τοῦτο εἰπεῖν, ὅτι οὐδεὶς οὐδὲν τοιοῦτον εἰργάσατο· πολλαὶ γὰρ ἴσως καὶ εἰς κρημνὸν ἑαυτὰς ἀφῆκαν, καὶ εἰς πέλαγος ἔῤῥιψαν, καὶ ξίφος διὰ τοῦ στήθους ἤλασαν, καὶ βρόχον ἀνῆψαν, καὶ πολλῶν τοιούτων δραμάτων ὁ καιρὸς ἔγεμεν ἐκεῖνος· 50.581 ἀλλ' ὁ Θεὸς τὴν καρδίαν αὐτῶν ἐτύφλωσεν, ὥστε μὴ συνιδεῖν τὸν δόλον. ∆ιὰ τοῦτο ἐκ μέσου τῶν δικτύων ἀνέπτη· καὶ καθάπερ ἔλαφος εἰς αὐτὰς τῶν θηρατῶν ἐμπεσοῦσα τὰς χεῖρας, εἶτα ἐκεῖθεν διαφυγοῦσα πρὸς κορυφὴν ὄρους δύσβατον καὶ ποσὶ θηρατῶν καὶ ἀφέσει βελῶν ἀνέφικτον, ἵσταται τοῦ δρόμου λοιπὸν, καθορῶσα μετὰ ἀδεῖας τοὺς ἐπιβουλεύσαντας αὐτῇ πρότερον· οὕτω δὴ καὶ αὕτη εἰς αὐτὰς τῶν θηρατῶν ἐμπεσοῦσα τὰς χεῖρας, καὶ καθάπερ δικτύοις τοῖς τοίχοις ἔνδον ἐναπειλημμένη, ἀνέδραμεν οὐκ εἰς ὄρους κορυφὴν, ἀλλ' εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν, ἔνθα λοιπὸν οὐκ αὐτοὺς ἔτι προσελθεῖν δυνατὸν ἦν· εἶτα ἐκεῖθεν αὐτοὺς