1

 2

 3

 4

 5

3

κατασκήψαντος· ἀβίωτον εἶναι νομίζομεν τὸν βίον, ἀλύομεν, δυσανασχετοῦμεν, καθάπερ παιδία μικρὰ δυσχεραίνομεν, τῆς γεέννης οὐδὲν ἔλαττον νομίζοντες ἐκεῖνο τὸ πῦρ· οὗτοι δὲ οὐ πυρετοῦ ἐπικειμένου, ἀλλὰ φλογὸς πάντοθεν αὐτοὺς πολιορκούσης, καὶ τῶν σπινθήρων τοῖς ἕλκεσιν ἐπιπηδώντων, καὶ θηρίου παντὸς δριμύτερον δακνόντων τὰ τραύματα, καθάπερ ἀδαμάντινοί τινες, καὶ ἐν ἀλλοτρίοις ὁρῶντες ταῦτα γινόμενα σώμασιν, οὕτω γενναίως καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς ἀνδρείας ἐπὶ τῶν τῆς ὁμολογίας εἱστήκεισαν ῥημάτων, ἀπερίτρεπτοι διὰ πάντων τῶν δεινῶν μένοντες, καὶ τὴν ἑαυτῶν ἀνδρείαν καὶ τὴν τοῦ Θεοῦ χάριν λαμπρῶς ἐπιδεικνύμενοι. Εἴδετε πολλάκις ὑπὸ τὴν ἕω τὸν ἥλιον ἀνίσχοντα, καὶ κροκοειδεῖς ἀφιέντα ἀκτῖνας; τοιαῦτα ἦν τῶν ἁγίων τὰ σώματα, ὥσπερ τινῶν ἀκτίνων κροκοειδῶν, τῶν ῥυάκων τοῦ αἵματος πανταχόθεν αὐτοὺς περιῤῥεόντων, καὶ τὸ σῶμα αὐτῶν καταυγαζόντων πολλῷ μᾶλλον ἢ τὸν οὐρανὸν ἥλιος. Τοῦτο τὸ αἷμα ἄγγελοι μὲν ὁρῶντες ἐτέρποντο, δαίμονες ἔφριττον, καὶ αὐτὸς δὲ ὁ διάβολος ἔτρεμεν. Οὐ γὰρ αἷμα ἦν ἁπλῶς τὸ ὁρώμενον, ἀλλ' αἷμα σωτήριον, αἷμα ἅγιον, αἷμα τῶν οὐρανῶν ἄξιον, αἷμα διηνεκῶς τὰ καλὰ τῆς Ἐκκλησίας ἄρδον φυτά. Εἶδε τὸ αἷμα, καὶ ἔφριξεν ὁ διάβολος· ἀνεμνήσθη γὰρ ἑτέρου αἵματος ∆εσποτικοῦ· δι' ἐκεῖνο τὸ αἷμα τοῦτο ἔῤῥευσεν· ἐξ οὗ γὰρ ἐνύγη ἡ πλευρὰ τοῦ ∆εσπότου, μυρίας ὁρᾷς λοιπὸν πλευρὰς νυττομένας. Τίς γὰρ οὐ μεθ' ἡδονῆς ἀποδύσαιτο πολλῆς πρὸς τοὺς ἀγῶνας τούτους, μέλλων κοινωνεῖν δεσποτικῶν παθημάτων, καὶ συμμορφοῦσθαι τῷ θανάτῳ τοῦ Χριστοῦ; Ἀρκοῦσα γὰρ αὕτη ἡ ἀντίδοσις, καὶ τῶν πόνων πολὺ πλείων ἡ τιμὴ, καὶ ὑπερβαίνουσα τοὺς ἄθλους ἡ ἀμοιβὴ, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν. Μὴ τοίνυν φρίττωμεν ἀκούοντες, ὅτι ὁ δεῖνα ἐμαρτύρησεν, ἀλλὰ φρίττωμεν ἀκούοντες, ὅτι ὁ δεῖνα κατεμαλακίσθη, καὶ ἔπεσε τοιούτων προκειμένων ἐπάθλων.

Εἰ δὲ βούλει καὶ τῶν μετὰ ταῦτα ἀκοῦσαι, λόγος μὲν οὐδεὶς παραστῆσαι δύναται· Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· οὐδεὶς δὲ ἀνθρώπων οὕτως αὐτὸν ἠγάπησεν ὡς οἱ μάρτυρες. Οὐ μὴν ἐπειδὴ καὶ λόγον καὶ διάνοιαν ὑπερβαίνει τῶν ἀποκειμένων ἀγαθῶν τὸ μέγεθος, διὰ τοῦτο σιγήσομεν, ἀλλ' ὡς οἷόν τε καὶ εἰπεῖν ἡμῖν καὶ ὑμῖν ἀκοῦσαι, πειρασόμεθα ὑμῖν ἀμυδρῶς ἐνδείξασθαι τὴν ἐκεῖ διαδεξομένην αὐτοὺς μακαριότη50.710 τα· σαφῶς γὰρ αὐτοὶ μόνοι εἴσονται, οἱ διὰ τῆς πείρας ταύτης ἀπολαύοντες. Τὰ μὲν γὰρ δεινὰ ταῦτα καὶ ἀφόρητα ἐν βραχείᾳ καιροῦ ῥοπῇ πάσχουσιν οἱ μάρτυρες· μετὰ δὲ τὴν ἐντεῦθεν ἀπαλλαγὴν εἰς οὐρανοὺς ἀναβαίνουσιν, ἀγγέλων αὐτοῖς προηγουμένων, καὶ ἀρχαγγέλων δορυφορούντων· οὐ γὰρ αἰσχύνονται τοὺς συνδούλους, ἀλλὰ πάντα ἂν εἵλοντο δι' αὐτοὺς ποιῆσαι, ἐπειδὴ κἀκεῖνοι πάντα εἵλοντο παθεῖν διὰ τὸν αὑτῶν ∆εσπότην Χριστόν. Ἐπειδὰν δὲ ἀναβῶσιν εἰς τὸν οὐρανὸν, πᾶσαι ἐκεῖναι αἱ ἅγιαι δυνάμεις συντρέχουσιν. Εἰ γὰρ ἀθλητῶν ξένων ἐπιδημούντων τῇ πόλει, πᾶς ὁ δῆμος περιῤῥεῖ πανταχόθεν, καὶ κυκλώσαντες αὐτοὺς καταμανθάνουσι τῶν μελῶν τὴν εὐεξίαν, πολλῷ μᾶλλον τῶν ἀθλητῶν τῆς εὐσεβείας εἰς οὐρανοὺς ἀναβάντων, συντρέχουσιν οἱ ἄγγελοι, καὶ πᾶσαι αἱ ἄνω δυνάμεις πάντοθεν περιῤῥέουσι καταμανθάνουσαι τούτων τὰ τραύματα, καὶ καθάπερ τινὰς ἀριστέας ἐκ πολέμου καὶ μάχης ἐπανελθόντας μετὰ πολλὰ τρόπαια καὶ νίκας, οὕτω μεθ' ἡδονῆς δεξιοῦνται πάντας αὐτοὺς, καὶ ἀσπάζονται· εἶτα ἄγουσιν αὐτοὺς μετὰ πολλῆς δορυφορίας πρὸς τὸν τῶν οὐρανῶν βασιλέα, ἐπὶ τὸν θρόνον ἐκεῖνον τὸν πολλῆς δόξης γέμοντα, ἔνθα τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Ἐλθόντες δὲ ἐκεῖ καὶ προσκυνήσαντες τὸν ἐπὶ τοῦ θρόνου καθήμενον, πλείονος παρὰ τοῦ ∆εσπότου μᾶλλον ἢ τῶν ὁμοδούλων ἀπολαύουσι φιλοφροσύνης. Οὐ γὰρ ὡς δούλους αὐτοὺς δέχεται καίτοι καὶ τοῦτο μεγίστη τιμὴ, καὶ ἧς ἴσον οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ὡς φίλους αὐτοῦ· Ὑμεῖς γὰρ, φησὶ, φίλοι μου ἐστέ· καὶ μάλα