1

 2

 3

 4

 5

2

περι50.708 πεφραγμένα, ἀπολάμποντα τοῖς ὅπλοις, καὶ τὴν γῆν καταυγάζοντα, νέφη βελῶν ἀφίεται πανταχόθεν ἀποκρύπτοντα τὸν ἀέρα τῷ πλήθει, ῥύακες αἱμάτων ἐπὶ τῆς γῆς φέρονται, καὶ πολλὰ πανταχοῦ τὰ πτώματα καθάπερ ἐν ἀμητῷ ἀσταχύων, οὕτω τῶν στρατιωτῶν ἐπαλλήλων καταφερομένων. Φέρε οὖν ἀπ' ἐκείνων ἐπὶ ταύτην ἀγάγω σε τὴν μάχην. Καὶ ἐνταῦθα δύο παρατάξεις, ἡ μὲν τῶν μαρτύρων, ἡ δὲ τῶν τυράννων· ἀλλ' οἱ μὲν τύραννοί εἰσι καθωπλισμένοι, οἱ δὲ μάρτυρες γυμνῷ τῷ σώματι μάχονται, καὶ ἡ νίκη τῶν γυμνῶν, οὐ τῶν καθωπλισμένων γίνεται. Τίς οὐκ ἂν ἐκπλαγείη, ὅτι ὁ μαστιζόμενος περιγίνεται τοῦ μαστίζοντος, ὁ δεδεμένος τοῦ λελυμένου, ὁ κατακαιόμενος τοῦ καίοντος, ὁ ἀποθνήσκων τοῦ ἀναιροῦντος; Εἶδες πῶς ταῦτα ἐκείνων φρικωδέστερα; Ἐκεῖνα μὲν εἰ καὶ φοβερὰ, ἀλλὰ κατὰ φύσιν γίνεται· ταῦτα δὲ πᾶσαν ὑπερβαίνει φύσιν, καὶ πᾶσαν πραγμάτων ἀκολουθίαν, ἵνα μάθῃς ὅτι τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὰ κατορθούμενα. Καίτοι τί τῆς μάχης ταύτης ἀδικώτερον; τί τῶν παλαισμάτων παρανομώτερον; Ἐν μὲν γὰρ τοῖς πολέμοις ἀμφότεροι φράττονται οἱ μαχόμενοι· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν γυμνὸς, ὁ δὲ καθώπλισται· ἐν τοῖς ἀγῶσι πάλιν ἀμφοτέροις ἔξεστι τὰς χεῖρας ἀνταίρειν, ἐνταῦθα δὲ ὁ μὲν δέδεται, ὁ δὲ μετ' ἐξουσίας ἐπάγει τὰς πληγὰς, καὶ καθάπερ ἐκ τυραννίδος τινὸς ἑαυτοῖς μὲν τὸ κακῶς ποιεῖν ἀποκληρώσαντες οἱ δικάζοντες, τοῖς δικαίοις δὲ μάρτυσι τὸ πάσχειν κακῶς ἀπονείμαντες, οὕτω συμπλέκονται τοῖς ἁγίοις, καὶ οὐδὲ οὕτως αὐτῶν περιγίνονται, ἀλλὰ μετὰ τὴν ἀνώμαλον ταύτην μάχην ἡττηθέντες ἀναχωροῦσι· καὶ ταυτὸν γίνεται οἷον ἂν εἴ τις πολεμιστὴν ἄνθρωπον εἰς πόλεμον εἰσαγαγὼν, καὶ τοῦ δόρατος τὴν αἰχμὴν ἀποκόψας, καὶ τὸν θώρακα ἀποδύσας, οὕτω κελεύῃ γυμνῷ τῷ σώματι μάχεσθαι, ὁ δὲ πληττόμενος καὶ παιόμενος καὶ πάντοθεν μυρία δεχόμενος τραύματα τρόπαιον στήσειε.

Καὶ γὰρ τοὺς μάρτυρας γυμνοὺς ἄγοντες, καὶ τὰς χεῖρας ὀπίσω δήσαντες καὶ πάντοθεν παίοντες καὶ καταξαίνοντες, οὕτως ἡττῶντο· οἱ δὲ τὰ τραύματα δεχόμενοι, τὸ κατὰ τοῦ διαβόλου τρόπαιον ἔστησαν. Καὶ καθάπερ ἀδάμας πληττόμενος αὐτὸς μὲν οὐκ ἐνδίδωσιν, οὐδὲ μαλάσσεται, τὸν δὲ παίοντα διαλύει σίδηρον· οὕτω δὴ καὶ αἱ ψυχαὶ τῶν ἁγίων, τοσούτων ἐπαγομένων βασάνων, αὐταὶ μὲν οὐδὲν ἔπασχον δεινὸν, τῶν δὲ παιόντων τὴν δύναμιν καταλύουσαι, αἰσχρῶς καὶ καταγελάστως ἡττηθέντας ἐκ τῶν ἀγώνων ἐξέπεμπον μετὰ πολλὰς καὶ ἀφορήτους πληγάς. Καὶ γὰρ προσέδησαν αὐτοὺς τῷ ξύλῳ, καὶ τὰς πλευρὰς διώρυττον, ἐμβαθύνοντες αὔλακας, καθάπερ γῆν ἀροτριῶντες, ἀλλ' οὐ σώματα σχίζοντες· καὶ ἦν ἰδεῖν λαγόνας ἀναπεπετασμένας, πλευρὰ ἀνεῳγότα, στήθη διεῤῥηγμένα, καὶ οὐδὲ ἐνταῦθα τῆς μανίας ἔστησαν οἱ αἱμοβόροι θῆρες ἐκεῖνοι, ἀλλὰ ἀπὸ τοῦ ξύλου καθελόντες ὑπὲρ τῶν ἀνθράκων ἐπὶ σιδηρᾶς κλίμακος ἔτεινον· καὶ ἦν ἰδεῖν πάλιν πικρότερα τῶν προτέρων θεάματα, διπλᾶς καταφερομένας σταγόνας ἐκ τῶν σωμάτων, τὰς μὲν τοῦ αἵματος ῥέοντος, τὰς δὲ τῶν σαρκῶν τηκομένων· οἱ δὲ ἅγιοι καθάπερ ἐπὶ ῥόδων κείμενοι τῶν ἀνθράκων, οὕτω μεθ' ἡδονῆς τὰ γινόμενα ἐθεώρουν.

βʹ. Σὺ δὲ ἀκούσας κλίμακα σιδηρᾶν, ἀναμνήσθητι κλίμακος νοητῆς, ἣν εἶδεν

ὁ πατριάρχης Ἰακὼβ ἀπὸ γῆς εἰς οὐρανὸν τεταμένην· δι' ἐκείνης κατέβαινον ἄγγελοι, διὰ ταύτης δὲ ἀναβαίνουσι μάρτυρες· ἑκατέρᾳ δὲ ὁ Κύριος ἐπεστήρικτο. Οὐκ ἂν ἤνεγκαν τὰς ὀδύνας οἱ ἅγιοι οὗτοι, εἰ μὴ ταύτῃ ἐπηρείδοντο. Ἀλλὰ δι' ἐκείνης μὲν ἀναβαίνουσι καὶ καταβαίνουσιν ἄγγελοι, διὰ ταύτης δὲ ὅτι ἀναβαίνουσι καὶ μάρτυρες παντί που δῆλον. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν πρὸς διακονίαν ἀποστέλλονται τῶν μελλόντων κληρονομεῖν σωτηρίαν, οὗτοι δὲ καθάπερ ἀθληταὶ καὶ στεφανῖται ἀπαλλαγέντες τῶν ἀγώνων ἀπῆλθον λοιπὸν πρὸς τὸν ἀγωνοθέτην.

Ἀλλὰ γὰρ μὴ ἁπλῶς ἀκούωμεν τὰ λεγόμενα, ἀκούοντες, ὅτι ἄνθρακες ὑπέκειντο καταξανθεῖσι τοῖς σώμασιν, ἀλλ' ἐννοήσωμεν τίνες ἐσμὲν πυρετοῦ