1

 2

 3

2

λέγοντος τοῦ Θεοῦ τῷ Μωϋσῇ· Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. Ἡγιάσατε τὸ ἔδαφος, τὴν ἀγορὰν, τὴν πόλιν ἡμῖν ἐκκλησίαν ἐποιήσατε. Καὶ καθάπερ χείμαῤῥος παραῤῥέων· καὶ πολλῷ τῷ ῥείθρῳ φερόμενος ἅπαντα ἀνατρέπει, οὕτω δὴ καὶ ὁ χείμαῤῥος ὁ πνευματικὸς, ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ εὐφραίνων τὴν πόλιν τοῦ Θεοῦ, ἐπληρώθη ὑδάτων, καὶ τὸν βόρβορον τῆς ἀσεβείας ἐξεκάθαρεν. Οὐδεὶς ἀσελγὴς, μᾶλλον δὲ καὶ εἴ τις ἀσελγής ἐστι μεταβάλλεται. Ἀκούει τῆς φωνῆς, καὶ μεταῤῥυθμίζεται ἡ διάνοια, εἰσέρχεται ἡ μελῳδία, καὶ μεταβάλλεται ἡ ἀσέβεια, δραπετεύει τῆς πλεονεξίας τὰ πάθη.

Εἰ γὰρ καὶ μὴ δραπετεύει, ἀλλὰ καθάπερ τὰ θηρία τὰ ἄγρια χειμῶνι φωλεύει, οὕτως ἡ διάνοια ἡ ἀσελγοῦσα κατορύττεται, καὶ καθάπερ οἱ ὄφεις, τοῦ κρυμοῦ πηγνύντος αὐτῶν τὰ σώματα ἐπὶ τὰ κάτω δύνουσιν, οὕτω δὴ τὰ πάθη ταῦτα, τὰ ἀνελεύθερα καὶ ἀνδραποδώδη, καθάπερ εἰς βυθόν τινα οὕτω συγκαλύπτεται. Ἀμέλει καὶ αὐτοὶ αἰσχύνονται οἱ περιφέροντες αὐτά· περιφέρουσι μὲν γὰρ, νεκρὰ δέ. Ἀντὶ γὰρ χειμῶνος αὐτοῖς ἡ μελῳδία ὑμῶν γίνεται. Εἰσέρχεται εἰς ἀκοὴν τοῦ πλεονέκτου ἡ φωνὴ, κἂν μὴ ἐκβάλλῃ τὸ πάθος, ἀλλὰ νεκροῖ τὸ πάθος· εἰσέρχεται εἰς τὴν ἀκοὴν τοῦ ἀσελγοῦς καὶ ὑπερηφάνου, κἂν μὴ ἀποκτείνῃ τὴν ἀσέλγειαν καὶ τὴν ὑπερηφανίαν, κατορύττει τὴν ἀσέλγειάν τε καὶ τὴν ὑπερηφανίαν. Οὐ μικρὸν δὲ τὸ μὴ παῤῥησιάζεσθαι τὴν κακίαν. Εἶπον καὶ χθὲς ὅτι μέγας ὁ καρπὸς ὁ ἀπὸ τῶν σεισμῶν. Εἴδετε ∆εσπότου φιλανθρωπίαν σείοντος πόλιν καὶ στηρίζοντος διάνοιαν; σαλεύοντος θεμέλια, καὶ πηγνύοντος φρονήματα; σαθρὰν ἐργαζομένου τὴν πόλιν, καὶ ἰσχυροποιοῦντος τὴν γνώμην; Ἐννόησον αὐτοῦ τὴν φιλανθρωπίαν· ἔσεισεν ὀλίγον, καὶ διηνεκῶς ἔπηξεν· ὁ σεισμὸς εἰς δύο ἡμέρας, ἡ δὲ εὐλάβεια μενέτω εἰς πάντα τὸν χρόνον· πρὸς ὀλίγον ἐλυπήθητε, ἀλλὰ διηνεκῶς ἐῤῥιζώθητε. Εὖ γὰρ οἶδα ὅτι τῷ φόβῳ τοῦ Θεοῦ ἡ εὐλάβεια ὑμῶν ῥίζαν ἔλαβε· κἂν γένηται ἄνεσις, μένει ὁ καρπός.

Οὐκέτι ἄκανθαι αἱ πνίγουσαι, οὐδὲ βροχὴ ἐπικλύζουσα ἀποπλύνει· καλῶς ἐγεώργησεν ὑμᾶς ὁ φόβος, σύμμαχός μου τῶν λόγων γέγονεν. Ἐγὼ σιγῶ καὶ τὰ θεμέλια φθέγγεται· ἐγὼ σιωπῶ καὶ ὁ σεισμὸς σάλπιγγος λαμπροτέραν ἀφίησι φωνὴν, ταῦτα λέγων· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· παρεγενόμην, οὐχ ἵνα ὑμᾶς καταχώσω, ἀλλ' ἵνα ὑμᾶς νευρώσω. Ταῦτα ὁ σεισμὸς λέγει, καὶ φωνὴν ἀφίησιν· ἐφόβησα ὑμᾶς, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα ἀκριβεστέρους ἐργάσωμαι. Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ· ἐπειδὴ ἠτόνησεν ὁ λόγος, ἐβόησεν ἡ τιμωρία, ἐπεὶ ἔκαμεν ἡ διδασκαλία, 50.715 συνεμάχησεν ὁ φόβος. Ταῦτα διαλεγόμενος ὑμῖν πρὸς ὀλίγον ἔρχομαι, καὶ ποιῶ τὸ ἐμαυτοῦ· ὅταν ὑμᾶς σφίγξω, τότε παραδίδωμι τῷ λόγῳ, ἵνα μὴ κάμνῃ ὁ λόγος· λίθους εὑρίσκων καὶ ἀκάνθας φυομένας, καθαρὰν ποιῶ τὴν ἄρουραν, ἵν' ὁ λόγος δαψιλεῖ τῇ χειρὶ καταβάλλῃ τὰ σπέρματα. Τί ἐβλάβητε πρὸς ὀλίγον λυπηθέντες; Ἄγγελοι ἀντὶ ἀνθρώπων ἐγένεσθε· πρὸς οὐρανὸν μετέστητε, εἰ καὶ μὴ τῷ τόπῳ, ἀλλὰ τῷ τρόπῳ. Καὶ ὅτι οὐ κολακεύων λέγω ταῦτα, μαρτυρεῖ τὰ πράγματα. Τί γὰρ ἐνελείπετε εἰς τὸν τῆς μετανοίας λόγον; Φθόνον ἐξεβάλετε, τὰ ἀνελεύθερα πάθη ἐξωρίσατε, τὴν ἀρετὴν κατεφυτεύσατε, ὁλόκληρον τὴν νύκτα παννυχίσιν ἁγίαις εὐτονήσαντες, ἀγάπῃ πολλῇ καὶ ἐπιτεταμένῃ διαθέσει.

Οὐδεὶς τόκων μέμνηται, οὐδεὶς περὶ πλεονεξίας διαλέγεται, οὐδ' αἱ χεῖρες ἁμαρτημάτων καθαραὶ μόνον, ἀλλὰ καὶ ἡ γλῶσσα ἀπηλλαγμένη παρανομίας καὶ λοιδορίας· οὐδεὶς ὑβρίζει τὸν πλησίον, οὐδεὶς ἐπὶ συμπόσια ἀπέρχεται Σατανικά· αἱ οἰκίαι καθαραὶ, ἡ ἀγορὰ ἀπεσμηγμένη· ἑσπέρα καταλαμβάνει, καὶ οὐδαμοῦ χοροὶ νεανίσκων τὰ τοῦ θεάτρου ᾄδοντες ᾄσματα. Ἀλλ' εἰσὶ χοροὶ μὲν, οὐκ ἀσελγείας δὲ, χοροὶ μὲν, ἀλλὰ κατορθωμάτων· καὶ ἔστιν ἐν ἀγορᾷ ὑμνῳδίας ἀκοῦσαι, καὶ οἴκοι καθημένων, τοῦ μὲν ψάλλοντος, τοῦ δὲ ὑμνοῦντος· καταλαμβάνει νὺξ, καὶ πάντες