1

 2

2

μονογενῆ οὐ διαιρούμενον εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύτους τὰς ἰδιότητας, οὐκ ἄλλον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν, Θεὸν Λόγον, σάρκα ἠμφιεσμένον, καὶ ταύτην οὐκ ἄψυχον καὶ ἄνουν, ὡς ὁ δυσσεβὴς εἶπεν Ἀπολλινάριος. Εἰ δέ τισιν ἀδύνατον δοκεῖ ἐν ἑνὶ δύο εἶναί τινα καὶ ἅμα μὲν κατέχεσθαι ἅμα δὲ σταυροῦσθαι καὶ τὸ ἓν τούτων ὑπομένειν τὴν ὕβριν, ἀνθρωπίνῳ ὑποδείγματι ὑποδεῖξαι τοῦτο πειράσομαι. Ἡ βασιλικὴ πορφύρα ἔριον ἦν· τούτῳ μιγὲν τῆς κογχύλης τὸ αἷμα, χροιὰν πορφυρέαν αὐτῷ παρέσχεν. Ὅτε οὖν ἐνήθετο τοῖς δακτύλοις καὶ ἐκλώθετο, στήμων γενόμενον δηλονότι, τὸ ἔριον καὶ οὐχ ἡ βαφὴ τὴν στρέψιν ὑπέμενεν, ὁμοίως καὶ τῷ ἐρίῳ τὸν ἄνθρωπον τῇ πορφυρέᾳ χροιᾷ τὸν Θεὸν Λόγον, ὃς ἥνωτο ἐν τῷ πάθει καὶ τῷ σταυρῷ. Ἀλλὰ τῷ πάθει παντελῶς οὐχ ὑπέπεσε. Πάλιν ἔστω δένδρον, ἔχον ἐν ἑαυτῷ τὴν ἀκτῖνα τοῦ ἡλίου· ἐν τῷ οὖν τέμνεσθαι τοῦτο θεωροῦμεν ὅτι ὁ πλήττων σίδηρος πρῶτος κατὰ τῆς ἐν ἑαυτῷ ἀκτῖνος ἄνωθεν φέρεται. Καὶ ἡ ἀκτὶς πρώτη πρὶν ἢ τὸ δένδρον πληγῆναι τὴν πληγὴν ὑποδεχομένη φαίνεται. Ὥσπερ οὖν ἡ λαμπηδὼν καίτοι ἐκεῖ οὖσα οὐ τέμνεται, οὔτε διακόπτεται, οὕτω καὶ ἡ θεότης οὔτε χωρισθῆναι ἠδύνατο οὔτε τμηθῆναι καὶ παθεῖν, ἡ δὲ σὰρξ τῷ πάθει ὑπέπεσεν, ἣ καὶ τμηθῆναι καὶ παθεῖν ἠδύνατο ὡς ἐκεῖ τὸ δένδρον.