2
καὶ Θεοῦ ἡμῶν, καὶ τότε λουσθῇ, ἐπικατάρατος ἔστω. 25 Εἴ τις ἐν ὀνείροις πορνεύσας καὶ τῷ πρωῒ κοινωνήσας, ἀνάθεμα ἔστῳ. 26 Εἴ τις λέγει τῷ ἀδελφῷ αὐτοῦ μωρῷ, ἐπικατάρατος ἔστω, καθὼς εἶπεν ὁ Κύριος. 27 Εἴ τις συντυχεῖ ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. 28 Εἴ τις φάρμακα καὶ ἀστρονομίας διὰ κλοπῆς πραγμάτων προσφέρει, ἢ ἄλλο τί ποτε ἐρωτᾷ, ἀνάθεμα ἔστω. 29 Εἴ τις φαγεῖ αἷμα κτήνους, ἐπικατάρατος ἔστω. 30 Εἴ τις πρεσβύτερος ἢ κληρικὸς ἢ διάκονος τόκους ἀπαιτῶν παρὰ δανειστῶν, ἀνάθεμα.
31 Εἴ τις πρεσβύτερος ἢ κληρικὸς ἢ διάκονος ἐμβῇ εἰς τὸ καπηλεῖον, οὐ κατὰ
ἀνάγκην καὶ οὐ κατὰ ξενιτείαν, ἀνάθεμα ἔστω. 32 Εἴ τις ἀκροᾶται μυστήρια ἀδελφῶν, ἀνάθεμα ἔστω. 33 Εἴ τις χριστιανὸς ποιήσει γάμους τῇ ἁγίᾳ καὶ μεγάλῃ τεσσαρακοστῇ, ἀνάθεμα ἔστω. 34 Εἴ τις γυνὴ εὑρέθη εἰς δύο ἀδελφοὺς, ἔστω ἀκοινώνητος ἔτη ζʹ, μετανοίας καθ' ἑκάστην ρʹ, ξηροφαγῶν. 35 Εἴ τις πρεσβύτερος ἢ μοναχὸς ἐμμέσει ἀπὸ τοῦ οἴνου πολλοῦ, ἐπιτιμάσθω ἡμέρας μʹ, μετανοίας νʹ. 37 Εἴ τις τὴν ἀσχημοσύνην αὐτοῦ φανερὰν ὑποδεικνύει χαριεντιζόμενος, ἀνάθεμα ἔστω. 38 Ἐὰν πορνεύσῃ μοναχὸς μεγαλόσχημος, μοιχοῦ ἐπιτίμιον δεχέτω· ὁ δὲ μικρόσχημος μοναχὸς, ἐὰν εἰς ἐλεύθερον πρόσωπον πέσῃ, ἐπιτίμιον πόρνου δέχεται. 39 Ὁ μοναχὸς ὁ πεσὼν εἰς μαλακίαν, ἔχει ἐπιτίμιον ἡμέρας μʹ, μετανοίας νʹ, ξηροφαγῶν. 40 Ὁ πεσὼν μοναχὸς εἰς ῥεῦσιν καθ' ὕπνου αὐτοῦ ἢ ἐκ μελέτης ἢ ἀπὸ θεωρίας, ὀφείλει μὴ λει τουργεῖν ἕως ἡμερῶν ζʹ, ποιῶν δὲ καθ' ἑκάστην μετανοίας μʹ, ξηροφαγῶν.
41 Ὁ πεσὼν μοναχὸς εἰς μονάστριαν, καθαιρείσθωσαν καὶ οἱ δύο, καὶ
ἀρχαρίων τόπων ἐρχέσθωσαν· τὸ ἐπιτίμιον αὐτῶν ἔστω χρόνους ιβʹ, ἀκοινώνητοι, ποιεῖν καθεκάστην μετανοίας τʹ, ὅτι ὁ φθείρας τὸν ναὸν τοῦ Θεοῦ, φθειρεῖ τοῦτον ὁ Θεός. 42 Ὁ πεσὼν μοναχὸς εἰς ἀνδρόγυνον, καθαιρείσθω· τὸ ἐπιτίμιον αὐτοῦ χρόνους ζʹ, ἀκοινώνητος, μετανοίας τʹ, ξηροφαγῶν. 43 Εἴ τις μοναχὸς ὑβρίζεται, ὡς πόρνος λογίζεται· εἰ δὲ τύψει τινὰ ἀδίκως, ἔστω ἀφορισμένος ἡμέρας μʹ, ξηροφαγῶν. 44 Εἴ τις μοναχὸς συνοδεύσει γυναῖκα ὀργίας ζʹ, πόρνον λογίζεται αὐτὸν ὁ Θεός. 45 Εἴ τις μοναχὸς περιπατῶν ἐν ὁδῷ θέσει τὴν ῥάβδον αὐτοῦ ἐπὶ τῶν ὤμων αὐτοῦ, ἔξω τῆς μοναδικῆς ἐστὶ καταστάσεως, καὶ λῃστὴν λογίζεται αὐτὸν ὁ Θεός. 46 Εἴ τις μοναχὸς φαγεῖ ἀσκέπαστος, εἴτε κοιμηθῇ, ἐχθρός ἐστι τοῦ Θεοῦ. 47 Εἴ τις μοναχὸς σηκώσει τὸ ῥάκος αὐτοῦ ἐπάνω τῶν γονάτων αὐτοῦ, πόρνον λογίζεται αὐτὸν ὁ Θεός. 48 Ἐάν τις μαχόμενος μεθ' ἑτέρου, καὶ ἀποθάνοι εἷς ἐξ αὐτῶν ἀσυγχώρητος παρὰ τοῦ ἑτέρου, ὀφείλει ὁ ζῶν ἐπιτιμᾶσθαι ξηροφαγῶν ἔτη ιβʹ, καὶ δεόμενος τοῦ Θεοῦ ὑπὲρ συγχωρήσεως τοῦ τεθνηκότος. 49 Ἐάν τις ἁρπάσῃ ἀλλότριον πρᾶγμα, καὶ ὁμώσαντες ἕτεροι ἀδίκως, ἐπιτιμάσθω ἔτη ιβʹ, καὶ τὸ πρᾶγμα τριπλοῦν ἀποστραφείτω. 50 Ἐάν τις ὁμώσῃ παρθένον, οὐκ ἔχει ὁ κανὼν ἵνα χωρισθῶσι, διὰ τὸ μὴ πατήσειν τὸ ζωοποιὸν σταυρόν.
51 Ἐάν τις μιανθῇ τὴν ἁγίαν τεσσαρακοστὴν, νηστεύει ἀπὸ τοῦ πάσχα μέχρι
τῆς πεντηκοστῆς· χρὴ δὲ διαλύειν τὴν μεγάλην κυριακήν. 52 Ἐάν τις ἀδελφὸν ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας διὰ τὴν πανουργίαν αὐτοῦ, ἐπιτιμάσθω ἡμέρας μʹ, μετανοίας νʹ, ξηροφαγῶν. 53 Ἐάν τις [εὑρεθῇ] ἀργολογῶν καὶ γελιάζων, ἐπιτιμάσθω ἡμέρας βʹ, μετανοίας νʹ, ξηροφαγῶν. 54 Ὁ κενοδοξῶν τινα χριστιανὸν, ἐχθρὸς γίνεται τοῦ Θεοῦ. 55 Ὁ κανόναρχος, ἐὰν ἀμελῶς στιχολογῇ, καὶ τὴν ἁρμόζουσαν τῷ Θεῷ ἀκολουθίαν διὰ τὴν αὐτοῦ ῥᾳθυμίαν ἐκκόπτει, ξηροφαγείτω ἡμέρας εʹ, μετανοίας νʹ. 56 Ὁ αὐτὸς ἐὰν ἀμελῶς κατακεῖται μετὰ τὴν ὥραν τοῦ σημαντῆρος, καὶ τὰς βίβλους αὐτοῦ μὴ ἐπιμελούμενος, καὶ τὰς μνείας τῶν ἁγίων μὴ