1

 2

 3

2

μηλωτὴν τοῦ διδασκάλου ἔτεμεν. Ἐπειδὴ γὰρ ἡ θνητὴ φύσις οὐκ ἤρκει καθ' ἑαυτὴν στῆσαι τὸ ῥεῖθρον, εἰσέρχεται Ἰησοῦς πρῶτος φέρων μὲν τοῦ ∆εσπότου τὴν προσηγορίαν, ἐπαγόμενος δὲ μεθ' ἑαυτοῦ τὴν κιβωτὸν, τὸ σύμβολον τοῦ δεσποτικοῦ σώματος. Καὶ φαίνεται ὁ Ἰορδάνης οὔτε τὸν Ἰησοῦν τιμήσας, τὸν ψιλὸν ἄνθρω 61.726 πον ἐκεῖνον, λέγω τὸν τοῦ Ναυῆ, οὔτε τοὺς Ἰουδαίους αἰδεσθεὶς, οὔτε τοὺς ἱερεῖς ἐντραπείς. Καὶ ἵνα δειχθῇ ὅτι οὐ τῷ λαῷ ὑποχωρεῖ, ἀλλὰ τὴν κιβωτὸν αἰδεῖται, λέγει Ἰησοῦς· Ἰδοὺ ἡ κιβωτὸς τοῦ κυριεύοντος πάσης τῆς γῆς διέρχεται τὸν Ἰορδάνην. Καὶ ἔσται, ὅταν εἰσέλθωσιν οἱ πόδες τῶν ἱερέων τῶν βασταζόντων τὴν κιβωτὸν, ὁ Ἰορδάνης ἐκλείψει, οὐ τοὺς ἱερεῖς αἰδούμενος, ἀλλὰ τὴν κιβωτόν. Καὶ πόθεν τοῦτο, ἄκουε. Ἐρωτᾷ αὐτὸν ὁ ∆αυῒδ λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Πρὸς ταῦτα ἀποκρίνεται ἡ δημιουργία λέγουσα· Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Πρόσωπον δὲ Κυρίου ἦν τὸ σχῆμα τῆς κιβωτοῦ.

Ὃ γὰρ ἦν ἡ κιβωτὸς τῷ νόμῳ καὶ ταῖς πλαξὶ καὶ τῇ στάμνῳ καὶ τῇ ῥάβδῳ, τοῦτο ἦν τῆς ἀκαταλήπτου θεότητος ἡ σὰρξ ἡ δεσποτικὴ, ὡς ἐν κιβωτῷ φέρουσα τὴν θεότητα. Περὶ ταύτης τῆς ἁγίας κιβωτοῦ ἔλεγεν ὁ μακάριος ∆αυΐδ· Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Καὶ ὅρα τί ποιεῖ· ὅτι ἐξηράνθη ὁ Ἰορδάνης, οὐκ ἀπολέσας τὰ ῥεῖθρα, ἀλλ' εἰς τὰς ἀρχαίας ῥίζας ἀναποδήσας, Ἐπῆρε, φησὶν, Ἰησοῦς ἀπὸ τοῦ Ἰορδάνουδώδεκα λίθους μεγάλους, καὶ ἔστησεν αὐτοὺς πέραν τοῦ ποταμοῦ· ἔθηκε δὲ ἀντ' αὐτῶν ἄλλους δώδεκα λίθους ἐν τῷ ποταμῷ. Τί βούλεται τοῦτο εἶναι τὸ περιαιρεθῆναι δώδεκα λίθους, καὶ τεθῆναι ἀντ' αὐτῶν ἄλλους δώδεκα; Ἐπειδὴ, ὡς ἔφθην εἰπὼν, τὴν θνητὴν φύσιν ἀνεχαίτιζε· μᾶλλον δὲ βούλεται δεῖξαι ὅτι ἀνασπᾷ τὴν ἀνθρωπότητα ἐκ τῶν βυθῶν, καὶ ἀνάγει εἰς τὸν οὐρανόν. Τοὺς γὰρ λίθους τοὺς μηδέποτε θεασαμένους ἡλιακὴν ἀκτῖνα, μήτε φωτὸς δεξαμένους ὄψιν, ἥπλωσεν εἰς φῶς, καὶ ἦσαν εἰς γῆν ἐκ βυθοῦ ἀνασπασθέντες. ∆ιὰ τί δὲ δώδεκα λίθους ἔλαβεν ἐκεῖθεν; Ἐπειδὴ διὰ τῶν δώδεκα ἀποστόλων ἔμελλεν ἀνασπᾷν τὴν ἀνθρωπότητα ἀπὸ τῆς θνητῆς φύσεως. Ἔστω δὲ, τοὺς ὄντας κάτω λίθους περιεῖλεν, ἵνα δείξῃ τῷ ἡλίῳ καὶ τῷ φωτὶ καὶ τοῖς μετὰ ταῦτα ἀνθρώποις ἐναργῆ ὄψιν, πῶς διέβησαν τὸν Ἰορδάνην· καὶ γὰρ καὶ τὴν αἰτίαν ἐσήμανεν· Ἐὰν ἐρωτήσῃ σε, φησὶν, ὁ υἱός σου, λέγων· Τί εἰσιν οἱ λίθοι οὗτοι; εἰπὲ αὐτῷ, ὅτι, Ἐπὶ ξηρᾶς διέβημεν τὸν Ἰορδάνην, κωλύσαντος τοῦ Θεοῦ τὸ ὕδωρ πρὸ προσώπου ἡμῶν. Ἀλλ' ἔστω, οἱ ἀνενεχθέντες λίθοι ἐτέθησαν, ἵνα φανῶσι τοῖς μετὰ ταῦτα· οἱ ἀντιτεθέντες διὰ τί ἀντετέθησαν; Ἔλαβεν ἐκ τῶν βυθῶν τοὺς βεβυθισμένους, καὶ ἔδωκε τῷ βυθῷ πάλιν ἐνέχυρα σωτηρίας. Οἱ τεθέντες λίθοι ἐνέχυρα, οἱ ληφθέντες ἀσφάλεια.

Καὶ πολλὴ ἡ περὶ τούτων θεωρία, καὶ διὰ τί ἐτέθησαν λίθοι, καὶ διὰ τί περιῃρέθησαν λίθοι. Χριστὸς καὶ λαμβάνει, καὶ δίδωσιν. Ἦλθεν εἰς τὸν κόσμον, καὶ ἀνέλαβε τὸ σῶμα τὸ ἡμέτερον, δεδωκὼς ἡμῖν τὴν ἑαυτοῦ δύναμιν. ∆ιὰ τῶν ἀποστόλων ἀντιτίθησι τῷ ποταμῷ δώδεκα λίθους, ἐνέχυρον σωτηρίας, καὶ ἀῤῥαβῶνα τῶν μελλόντων. Ὁ γὰρ δεδωκώς τινί τι εἴς τι πρᾶγμα, ἐνεχυριάζει αὐτῷ εἰς τὸ μέλλον. Ἐπειδὴ οὖν ἔμελλε τοῦτο τὸ ὄνομα πάλιν αὐτῷ τηρεῖσθαι, ὅτε ἔμελλε βαπτίζεσθαι ὑπὸ Ἰωάννου, προλαβὼν ἀπέθετο τὰ ἐνέχυρα τῆς ἐπιφανείας, καὶ ἔστησε τοὺς λίθους, οὓς μὲν ἔλαβεν ἐκεῖθεν, τοὺς πατριάρχας, οὓς ἤγειρε τότε· οὓς δὲ ἀντέθηκε, τοὺς ἀποστόλους, οὓς ἔδωκεν ἀντ' ἐκείνων. Ἀντὶ γὰρ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί. Οὕτω διέβη τὸν Ἰορδάνην, καὶ γίνεται ὁ Ἰορδάνης Ἰησοῦ τῷ τοῦ Ναυῆ ἀρχὴ τῆς κατασχέσεως τῆς γῆς. Ἕως ὅτε παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἐκληρονόμησε τὴν ἐπηγγελμένην γῆν· ἕως ὅτε Χριστὸς παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἤρξατο κηρύσσειν τὴν βασιλείαν. Ἀρχὴ τῆς κατασχέσεως τῆς γῆς ὁ Ἰορδάνης, ἀρχὴ τῆς κατασχέσεως τῆς βασιλείας τῶν οὐρανῶν ὁ Ἰορδάνης. ∆ιὰ τοῦτο ὁ προφήτης