3
ἀποδημεῖν εἰς πατρίδα μακρὰν ἀφεστηκυῖαν, τὴν οἰκίαν ἐξαργυρίσαντες πολλάκις προπέμπουσιν· οὕτω δὴ καὶ ἐπ' ἐκείνων συνέβαινεν. Ἐπειδὴ πρὸς τὸν οὐρανὸν ἔμελλον ἀποδημεῖν, προεπέμπετο αὐτῶν ἡ οὐσία, αὐτῶν τῶν ἐχθρῶν πρὸς τὴν παραπομπὴν διακονουμένων. Οὐδὲ γὰρ μόνον τὰ κατὰ λόγον ἐλεημοσύνης διδόμενα χρήματα πρὸς οὐρανὸν μετατίθενται· ἀλλὰ καὶ ἅπερ ἂν ἁρπάζωσιν οἱ τὴν πίστιν πολεμοῦντες καὶ διώκοντες τοὺς ἐν εὐσεβείᾳ ζῶντας, καὶ ταῦτα ἐκεῖ θησαυρίζεται. Ὅτι γὰρ τοῦτο οὐκ ἔλαττον ἐκείνου, ἄκουσον τί φησιν ὁ Παῦλος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, προσδοκῶντες ἔχειν κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Ἦσαν τοίνυν οἱ μάρτυρες ἐν τῷ δεσμωτηρίῳ, καὶ πᾶσα ἡ πόλις ἐκεῖ συνέῤῥει· καίτοι γε φόβων καὶ ἀπειλῶν καὶ κινδύνων ἐπικρεμαμένων μεγάλων, εἴ τις προσέλθοι, καὶ διαλεχθείη καὶ κοινωνήσειεν αὐτοῖς λόγων. Ἀλλ' ὁ τοῦ Θεοῦ φόβος πάντα ἐκεῖνα παρώσατο, καὶ δι' ἐκείνους πολλοὶ τότε ἐγίγνοντο μάρτυρες ὑπὲρ τῆς πρὸς αὐτοὺς συνουσίας τῆς παρούσης καταφρονοῦντες ζωῆς, καὶ συντρεχόντων πολλῶν ψαλμῳδίαι συνεχεῖς 50.575 τελοῦντο, παννυχίδες ἱεραὶ, συνουσίαι διδασκαλίας γέμουσαι πνευματικῆς, καὶ τῆς ἐκκλησίας ἀποκλεισθείσης τὸ δεσμωτήριον ἐκκλησία λοιπὸν ἐγίνετο. Οὐ γὰρ δὴ μόνον οἱ ἔξωθεν εἰσιόντες, ἀλλὰ καὶ οἱ ἔνδον διατρίβοντες, μεγίστην διδασκαλίαν ἀρετῆς καὶ σωφροσύνης παρὰ τῆς ὑπομονῆς καὶ τῆς πίστεως τῶν ἁγίων τούτων ἐδέχοντο. Ταῦτα ἀκούων ὁ βασιλεὺς ὠδυνᾶτο πλέον, καὶ βουλόμενος αὐτοὺς ὑποσκελίσαι, καὶ τῆς προθυμίας ἐκλῦσαι ἐκείνης, καθῆκεν ἀνθρώπους μιαρούς τινας καὶ γόητας πρὸς τὴν ἐπιβουλήν· οἳ συγκαθήμενοι πολλάκις, εἴ ποτε αὐτῶν ἐπιλάβοιντο μόνων, ὡς οἴκοθεν συμβουλεύοντες, ἀλλ' οὐχ ὡς παρὰ τοῦ βασιλέως πεμφθέντες παρῄνουν ἀποστῆναι μὲν τῆς εὐσεβείας, αὐτομολῆσαι δὲ πρὸς τὴν ἀσέβειαν. Οὐ γὰρ δὴ μόνον τὸν ἐπικείμενον οὕτω διακρούσεσθε κίνδυνον· ἀλλὰ καὶ τιμῆς πλείονος καὶ κρείττονος ἐπιλήψεσθε τῆς ἀρχῆς, τοῦ βασιλέως τὴν ὀργὴν οὕτω καταλύσαντες. Οὐχ ὁρᾶτε καὶ ἑτέρους τῶν συντεταγμένων ὑμῖν τὸ αὐτὸ τοῦτο πεποιηκότας; Οἱ δὲ, καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἡμεῖς, φασὶ, στησόμεθα γενναίως, ἵνα ὥσπερ θύματα ἑαυτοὺς ὑπὲρ τῶν πτωμάτων ἐκείνων προσαγάγωμεν. Φιλάνθρωπον ἔχομεν ∆εσπότην· οἶδε καὶ μίαν θυσίαν δεξάμενος, πάσῃ καταλλαγῆναι τῇ οἰκουμένῃ. Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἔλεγον· ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος, οὔτε ὁλοκαύτωσις, οὔτε θυσία, οὔτε τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν· οὕτω δὴ καὶ οἱ μάρτυρες τὰ θυσιαστήρια κατασκαπτόμενα βλέποντες, τὰς ἐκκλησίας ἀποκλειομένας, τοὺς ἱερεῖς ἐλαυνομένους, πάντας τοὺς πιστοὺς φυγαδευομένους, ἐσπούδαζον ἑαυτοὺς ἀντὶ πάντων τῷ ∆εσπότῃ προσαγαγεῖν· καὶ καταλιπόντες τάγματα στρατιωτικὰ, ἔσπευδον ἑαυτοὺς ἀναμίξαι χοροῖς ἀγγελικοῖς. Κἂν γὰρ μὴ νῦν ἀποθάνωμεν, φησὶν, ἀποθανούμεθα πάντως γοῦν μικρὸν ὕστερον, καὶ τοῦτο αὐτὸ πεισόμεθα· βέλτιον ὑπὲρ τοῦ βασιλέως τῶν ἀγγέλων ἀποθανεῖν, ἢ ὑπὲρ ἀνθρώπου τοιαῦτα ἀσεβοῦντος· βέλτιον ὑπὲρ τῆς ἄνω πατρίδος θέσθαι τὰ ὅπλα, ἢ ὑπὲρ τῆς κάτω καὶ πατουμένης.
Ἐνταῦθα κἂν ἀποθάνῃ τις, οὐδὲν παρὰ βασιλέως λήψεται τῆς προθυμίας ἐπάξιον. Τί γὰρ τῷ τελευτήσαντι χαριεῖται λοιπὸν ἄνθρωπος; Πολλάκις μὲν οὖν οὐδὲ ταφῆς ἀξιωθεὶς, τοῖς τῶν κυνῶν προκείσεται στόμασιν. Ἂν δὲ ὑπὲρ τοῦ βασιλέως ἀποθάνωμεν τῶν ἀγγέλων, μετὰ πλείονος τῆς δόξης τὰ σώματα ἀποληψόμεθα, μετὰ πολλῆς τῆς λαμπρότητος ἐπανήξομεν, καὶ πολλῷ μείζους τῶν πόνων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους κομιούμεθα. Λάβωμεν τοίνυν ὅπλα πνευματικά· οὐ χρεία βελῶν καὶ τόξων, οὐ χρεία ἄλλου τινὸς αἰσθητοῦ ὅπλου· ἀρκεῖ πρὸς πάντα ἡμῖν ἡ γλῶττα, φησί. Καὶ γάρ ἐστι βελοθήκη τῶν ἁγίων τὰ στόματα, συνεχεῖς καὶ ἐπαλλήλους φέροντα τῇ τοῦ διαβόλου κεφαλῇ τὰς πληγάς.