1

 2

 3

 4

 5

 6

 7

 8

8

δὴ καὶ ἡμεῖς ἀντὶ σπαρτίου τὸ ῥῆμα τοῦτο τείναντες τὸ λέγον· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.

Ἄν τε εὐχώμεθα, ἄν τε νηστεύωμεν, ἄν τε ἐγκαλῶμεν, ἄν τε συγγινώσκωμεν, ἄν τε ἐπαινῶμεν, ἄν τε ψέγωμεν, ἄν τε εἰσίωμεν, ἄν τε ἐξίωμεν, ἄν τε πωλῶμεν, ἄν τε ἀγοράζωμεν, ἄν τε σιγῶμεν, ἄν τε διαλεγώμεθα, ἄν τε ἄλλο ὁτιοῦν πράττωμεν, εἰς δόξαν Θεοῦ πάντα ποιῶμεν, κἂν μή τι εἰς δόξαν Θεοῦ γίνηται, μηδὲ γινέσθω, μηδὲ λεγέσθω παρ' ἡμῶν· ἀλλ' ἀντὶ βακτηρίας μεγάλης, ἀνθ' ὅπλου καὶ ἀσφαλείας, ἀντὶ θησαυρῶν ἀφάτων, ὅπουπερ ἂν ὦμεν, τὸ ῥῆμα τοῦτο μεθ' ἑαυτῶν περιφέρωμεν, ἐγγράψαντες τῇ διανοίᾳ, ἵνα πάντα εἰς δόξαν Θεοῦ καὶ ποιήσαντες καὶ εἰπόντες καὶ πραγματευσάμενοι, τῆς παρ' αὐτοῦ τύχωμεν δόξης καὶ ἐνταῦθα καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Τοὺς γὰρ δοξάζοντάς με, φησὶ, δοξάσω. Μὴ τοίνυν ῥήμασιν, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων αὐτὸν δοξάζωμεν συνεχῶς σὺν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.