1

 2

 3

 4

2

γυναῖκας. Τί λέγουσιν; Οὐ, Παρακλήθητι· οὐκ, Ἐπείχθητι· οὐκ, Ἐλθὲ, δὸς τὴνχάριν· ἀλλὰ τί φασι; Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ. Ἐπετηρήσατο ὁ θάνατος τὴν σὴν ἀποδημίαν, καὶ τὸν σὸν ἐκβιάζεται φίλον. Ἐπίστηθι Λαζάρῳ κλεπτομένῳ, ἁρπαζομένῳ, πολεμουμένῳ, πολλοῖς τοξεύμασι βαλλομένῳ, πυρετῷ καὶ ἀλγηδόσι καὶ νέφει κακῶν· ἄδηλον δὲ, εἰ καὶ τὸν φίλον εὑρήσεις.

Ἤκουσεν ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἡ ἀσθένεια αὐτὴ οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου δι' αὐτῆς. Τί οὖν θαυμάσω; τῶν λεχθέντων τὴν πρόνοιαν, τὴν προφητείαν, τὴν ἔκβασιν; τὸ ὑπὲρ ἄνθρωπον ἐπίταγμα, τὴν ἀπόῤῥητον φιλανθρωπίαν, τὴν ἐπιείκειαν τῶν λόγων, τὴν πρὸς τὸν Πατέρα τιμήν; Πάντα εὑρίσκω Θεοῦ. Προεῖπεν ὡς Θεὸς, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, καὶ ἐπήγαγε μετ' οὐ πολὺ τὸ ἔργον. Ἀνέπεμψε τὴν δόξαν τῷ Θεῷ, μίαν εἶναι Πατρὸς καὶ Υἱοῦ δεικνὺς δοξολογίαν· παρεμυθήσατο τῇ φάσει τὰ ἀδελφὰς, χρηστὰς ἐλπίδας αὐταῖς ἐπιδοὺς, εἰπών· Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον. Οὐκ ἀποθνήσκει Λάζαρος. Εἰ γὰρ μὴ δίδοται τῷ θανάτῳ, μένει ζῶν. Ἀλλὰ δίδοται, καὶ οὐ δίδοται. Ὅταν γάρ τις, ὃ ἔλαβεν, ἀποδῷ, τῇ ἀληθείᾳ οὐ λαμβάνει. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, φησὶν, ἐν τῷ τόπῳ ἐκείνῳ ἔμεινε δύο ἡμέρας. ∆ιὰ τί ἔμεινε; Τὸν χρόνον ἐδαπάνησεν, ἵνα σαφῶς τὸν Λάζαρον ὁ θάνατος λάβῃ· ἵνα τὸ κῦμα παρερχόμενον τὸ σκάφος βαπτίσῃ. Εἰ γὰρ παρῆν, ἐδραπέτευσεν ἂν ὁ πυρετὸς, καὶ τῇ φύσει τοῦ νοσήματος ἐλογίζετο τὸ γινόμενον· εἰ δὲ καὶ τῷ Ἰησοῦ, ἀλλὰ καταδεέστερον τὸ θαῦμα. Ἔλαβε τοίνυν αὐτὸν ὁ κοινὸς τῶν ἀνθρώπων θάνατος, καὶ τοῦτον εἶχε δεσμώτην.

Μετὰ ταῦτα ὁ Ἰησοῦς, ὁ μὴ παρὼν, ὁ μὴ ψηλαφήσας, ὁ μὴ αὐτοπτήσας τοῖς μὴ εἰδόσι λέγει· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Ἀλλὰ πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν. Πολλὴ τῶν ἀνθρώπων παραμυθία· ὁ θάνατος εἰς ὕπνον μετεβλήθη, ἡ ἀπώλεια εἰς σωτηρίαν μετηνέχθη λόγῳ. Μηδεὶς τοίνυν τοὺς τεθνεῶτας ἀπαγορεύσῃ· πάντες γὰρ ζῶσι τῷ Θεῷ, ὅτε θέλει καθεύδοντες, καὶ ὅτε θέλει ἐγειρόμενοι. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ, ἀγνοήσαντες τοῦ αἰνίγματος τὸν λόγον· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Θεραπεία γὰρ τοῖς κάμνουσιν ὁ κατὰ φύσιν ὕπνος. Τότε λέγει αὐτοῖς παῤῥησίᾳ· Λάζαρος ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς. Καὶ τίς ἐπὶ νεκρῷ χαίρει; τίς εὐφραίνεται ἐπὶ φίλου τεθνεῶτος; σκυθρωπάζειν ἔδει καὶ λυπεῖσθαι πολέσαντας τοὺς ἑαυτῶν. Ἀλλὰ, Χαίρω δι' ὑμᾶς, ὅτι 62.774 οὐκ ἤμην ἐκεῖ. Εἰ γὰρ ἤμην, ὁ πυρετὸς ἐσβέννυτο λόγῳ, καὶ ἔλαττον ἐδείκνυτο τὸ θαῦμα, ἢ συνηθείας τὸ πρᾶγμα ἐνομίζετο· νῦν δὲ ἔμεινα, ἵνα ὁλοκλήρως ὁ λύκος τὸν ἀμνὸν διαρπάσῃ· κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῆς γῆς. Ἦλθον, ἠπείχθησαν ἐπὶ τὴν Βηθανίαν, οὐ τὴν πυρκαϊὰν σβέσαι δραμόντες, ἀλλὰ τῆς πυρκαϊᾶς τὴν κόνιν θεάσασθαι· τάχα δὲ, ὅτε λείψανα ναυαγίου εὑρεῖν ἠδύναντο· ἤδη γὰρ ὦζε τετραήμερος ὤν. Ἐπὶ γὰρ τῶν ναυαγίων ἐστι καὶ τρόπιν εὑρεῖν, καὶ σανίδας συναγαγεῖν, καὶ κέρας λαβεῖν. καὶ πηδάλια εἰς ἑτέρας νηὸς χρῆσιν φυλάξαι, καὶ πολλῇ σπουδῇ χρησαμένους μέρος τι τοῦ φόρτου διασῶσαι· ἐπὶ δὲ τοῦ Λαζάρου πάντα φορτικὰ, καὶ παῦσις, καὶ δυσωδίας ἀνάδοσις. Τὸ πένθος ἦν ἐν ἀκμῇ, καὶ ὁ νεκρὸς ὑπὸ τὸν λίθον κατείχετο. Καὶ πολλοὶ, φησὶ, τῶν Ἰουδαίων ἐληλύθεισαν ἀπὸ τῆς πόλεως, ἵνα παραμυθήσωνται τὰς ἀδελφὰς τοῦ τεθνεῶτος. Μάρτυρας ἔχω, φησὶ, τῆς ἐσομένης χάριτος, ἵνα μὴ τὸ ἔργον κλοπὴ νομισθῇ, ἀλλ' ἀληθείας ἀσφάλεια. Ἦλθεν ὁ Ἰησοῦς, κυβερνήτης μετὰ ναυάγιον, ἰατρὸς μετὰ νεκρόν. Καὶ τί ἦλθες ὧδε, ὦ ∆έσποτα; ἵνα ἐγκληθῇς, ὡς ῥᾳθυμήσας τοῦ φίλου, ὡς παριδὼν ἀπολλύμενον, ὡς μὴ συνταξάμενος μέλλοντι τελευτᾷν; Ἤκουσεν ἡ Μάρθα, καὶ μικρὸν τοῦ λυπηροῦ σχήματος φροντίσασα ἔρχεται δρομαία κατὰ τὴν ὁδὸν, καὶ ἐγκαλεῖν ἄρχεται τῷ Σωτῆρι πενθικῶς· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Ποιμένος γὰρ παρόντος, πῶς ἀπόλλυται πρόβατον; στρατηγοῦ μαχομένου, πῶς διηνοίγοντο πύλαι;