1

 2

 3

2

εὐεργετουμένῳ πονηρῷ ἀνθρώπῳ τυγχάνει. Ἐξελοῦ 55.709 με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἀπὸ δαιμόνων. Οἱ μὲν γὰρ δαίμονες τῷ σημείῳ τοῦ σταυροῦ ἀπελαύνον ται, ὁ δὲ πονηρὸς ἄνθρωπος αὐτῷ τῷ Κυρίῳ ἀντιτάσσε ται. Ὁ μέντοι Παῦλος ῥήματι τοὺς δαίμονας ἐξεδίωκεν, Ἀλεξάνδρου δὲ τοῦ χαλκέως τὴν πονηρίαν νικῆσαι οὐκ ἴσχυσε· φησὶ γὰρ, Ἀλέξανδρος ὁ χαλκεὺς πολλὰ κα κά μοι ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἐξ ἀνθρώπου ἀγαθοῦ. Ὁ μὲν γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά· ὁ δέ γε πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ προ φέρει τὰ πονηρά· καὶ ὥσπερ ἀπό τινος ῥίζης, τῆς καρδίας ἕκαστος αὐτῶν προφέρει τὰ βλαστήματα, ὁ ἀγαθὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς τὴν πονηρίαν. Καὶ ὥσπερ τῆς πικρᾶς ῥίζης καὶ οἱ κλάδοι καὶ τὰ φύλ λα καὶ τὰ ἄνθη καὶ ὁ καρπός ἐστι πικρός· οὕτω καὶ τοῦ πονηροῦ ἀνθρώπου τὸ βάδισμα καὶ τὸ βλέμμα καὶ τὸ σχῆμα καὶ αἱ χεῖρες πονηραί εἰσι. Περὶ γὰρ ποδῶν, ὡς ὅταν λέγῃ ἡ σοφία· Ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον· οἱ γὰρ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέ χουσι. Περὶ δὲ χειρῶν, ὡς ὅταν εὐχόμενος λέγῃ ὁ προ φήτης· Ῥῦσαί με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος.

Περὶ δὲ ὀφθαλμοῦ πονηροῦ, ὡς ὅταν ὁ Κύριος βοᾷ· Εἰ ὁ ὀφθαλμός σου ἐστὶ πονηρὸς, ὅτι ἐγὼ ἀγαθός εἰμι; Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Ὁ τοιοῦτος δόλους πλέκει, ὑποκρίσεις μελετᾷ, τὸν φθόνον ἐν καρδίᾳ χαλκεύει. Ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἐξ ἀνθρώπου δικαίου. ∆ίκαιος μὲν γὰρ οἰκτείρει ψυχὰς κτηνῶν, καθὼς γέ γραπται· ἄδικοι δὲ καὶ τὰς τῶν ἀνθρώπων ἀφαιροῦνται. ∆ίκαιος οἰκτείρει ψυχὰς κτηνῶν, ὡς ὁ Μωϋσῆς εἰς τὸ ὅρος ἀναδραμὼν τὰ πρόβατα Ἰωθὸρ διψῶντα ἐπότισεν· ὁ δὲ ἄδικος Φαραὼ τὰ πρωτότοκα τῶν Ἑβραίων εἰς τὸν ποταμὸν ἔπνιγε· καὶ ὁ μὲν δι' ὕδατος πρόβατα ἐπότιζεν· ὁ δὲ δι' ὕδατος ἀνθρώπους ἀπέκτεινε. βʹ Χρὴ οὖν φεύγειν τὴν πονηρίαν καὶ τὴν ἀδικίαν, ὡς ἡ δύναμις· μὴ μόνον δὲ φεύγειν, ἀλλὰ καὶ τοὺς ἀδικουμένους ἐκ χειρὸς τῶν ἀδικούντων ῥύεσθαι, ὡς ὁ Ἀβραὰμ ἐῤῥύσατο τὸν Λὼτ αἰχμαλωτισθέντα ἐκ χειρὸς τῶν ἀλλοφύλων· ὡς αὐτὸς ὁ Λὼτ τοὺς ἀγγέλους ἐῤῥύσατο ἐκ τῆς τῶν Σοδομιτῶν παρανομίας. Εἰ γὰρ καὶ ἡ φύσις τῶν ἀγγέλων ἀνεπίδεκτος, ἀλλ' ἠτμάτων (φορτε ἡ τόλμα τῶν) ἀνθρώπων πρόχειρος. Ὡς ὁ Μωϋσῆς τὸν τῶν Ἑβραίων λαὸν ἐῤῥύσατο ἐκ χειρὸς τῶν Αἰγυπτίων· ὡς ὁ ∆αυῒδ τὸν Σαοὺλ ἐῤῥύσατο ἐκ τῆς βίας τοῦ δαίμονος· ὡς τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τῆς καιομένης ὁ συγκαταβὰς αὐτοῖς ἄγγελος· ὡς τὸν ∆ανιὴλ ἐκ τοῦ λάκκου τῶν λεόντων ἡ πίστις· ὡς τὸν Ἰωνᾶν ἐκ τῆς κοιλίας τοῦ κήτους ἡ μετάνοια· ὡς τὸν Ἱερεμίαν ἐκ λάκκου βορβόρου Ἀβιμέλεχ ὁ εὐνοῦχος· ὡς ∆ανιὴλ ἐν Βαβυλῶνι ἐκ τῆς κρίσεως τῶν παρανόμων τὴν Σωσάνναν· ὡς ὁ Κύριος πᾶσαν τὴν ἀνθρωπότητα ἐκ χειρὸς τοῦ διαβόλου· ὡς οἱ ἀπόστολοι τοὺς ἐχομένους ἀπὸ πνευμάτων καὶ νόσων. Ἀλλ' οὐ μόνον ὁ λόγος ἄνδρας νομοθετεῖ τοῦτο ποιεῖν, ἀλλὰ καὶ γυναῖκας διδάσκει. Πολλαὶ γὰρ γυναῖκες ἐῤῥύσαντο πολλοὺς ἐκ θανάτου καὶ κινδύνων ὡς Σάῤῥα τὸν Ἀβραὰμ ἐῤῥύσατο ἐκ χειρὸς Ἀβιμέλεχ, ἀδελφὸν αὐτῆς εἶναι σοφισαμένη· ὡς Ῥεβέκκα τὸν υἱὸν αὐτῆς Ἰακὼβ ἐκ χειρὸς τοῦ ἀδελφοῦ αὐτοῦ Ἡσαῦ, τὴν φυγὴν αὐτῷ συμβουλεύουσα· ὡς Ῥαχὴλ τὸν πατέρα ἐκ τῆς εἰδωλολατρείας ἐῤῥύσατο, ἄψυχα εἴδωλα κλέψασα· ἔκλεψε γὰρ οὐ δι' ἄλλο, ἢ ἵνα τῆς εἰδωλολατρείας ῥύσηται τὸν πατέρα· ὡς Ῥαὰβ ἡ πόρνη τοὺς κατασκόπους ἐῤῥύσατο ἐκ χειρὸς τῶν ἀλλοφύλων, εἰς τὴν λινοκαλάμην αὐτοὺς κατακρύψασα· ὡς Μελχὸλ τὸν ∆αυῒδ ἐκ χειρὸς Σαοὺλ, τὸ μυστήριον αὐτῷ ἀπαγγείλασα· ὡς Ἀβιγαῒλ τὸν Νάβαλ ἐκ θανάτου, τῷ ∆αυῒδ προσπεσοῦσα· ὡς ἡ τοῦ Μωϋσέως μήτηρ ἐκ χειρὸς Φαραὼ τὸ νήπιον εἰς θήβην ἐμβαλοῦσα· ὡς Μάρθα καὶ Μαρία τὸν ἀδελφὸν αὐτῶν 55.710 Λάζαρον ἐξ ᾄδου, τῷ Κυρίῳ προσκλαύσασαι· ὡς αἱ χῆραι τὴν Ταβιθὰ ἐκ θανάτου ἐῤῥύσαντο, δυσωπήσασαι Πέτρον· ὡς ἡ πίστις τὴν αἱμόῤῥουν, καὶ νηστεία τοὺς Νινευίτας.