1

 2

2

ἠπείγετο, καὶ ἐπὶ τὸ δένδρον ἀναβὰς περιεβλέπετο τὸν Χριστὸν, καὶ τῇ διανοίᾳ τῆς νεφέλης ἐπέβαινεν.

Ἰδὼν δὲ τὸν Χριστὸν ὁ Ζακχαῖος, ἁρμοζόντως ἔλεγε· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Εἶδε Ζακχαῖος τὸν Κύριον, καὶ πλέον πρὸς πόθον ἐξεφλέγετο· ἥψατο αὐτοῦ τῆς καρδίας, καὶ ἄλλος ἐξ ἄλλου ἐγίνετο, ἀντὶ τελώνου ζηλωτὴς, ἀντὶ ἀπίστου πιστὸς, καὶ ἀντὶ λύκου πρόβατον σφραγιδοφόρον. Τίς οὕτω ποθεῖ πατέρα, ἢ μητέρα, τίς οὕτω ποτὲ ἠγάπησε γυναῖκα ἢ τέκνα, ὡς Ζακχαῖος τὸν Κύριον, ὡς ἐξ αὐτοῦ τοῦ πράγματος ἔστι δοκιμάσαι; Πάντα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα διὰ τὸν Χριστὸν τοῖς πένησιν ἔδωκε, καὶ οὓς ἐσυκοφάντησε, τετραπλασίονα ἀπέδωκεν. Ὢ μαθητοῦ τρόπος ἀγαθὸς, ὢ διδασκάλου ἐπιείκεια καὶ δύναμις θεία, ἐκ τοῦ ὀφθῆναι μόνον τὸν Ἰησοῦν εἰς πρᾶξιν ἐνάγοντα! Οὔπω γὰρ κατηχητικὸν λόγον τῷ Ζακχαίῳ ἔλεγεν ὁ Κύριος, ἀλλ' ὤφθη μόνον τῷ ποθοῦντι, καὶ ἡ τῆς πίστεως δύναμις ὑπὲρ τῆς τοῦ ποθοῦντος καρδίας ἀνείλκετο. Τοιοῦτόν τι γέγονε καὶ ἐπὶ τῆς αἱμοῤῥοούσης· προσελθοῦσα γὰρ τῷ Κυρίῳ, καὶ ἀξιοῦσα αὐτὸν, ἵνα ἰάσηται αὐτὴν, οὐ μὴν ἐξεδέχετο τὴν ἀφὴν τῆς χειρὸς, ἀλλὰ αὐτὴ προσελθοῦσα ἥψατο αὐτοῦ τοῦ κρασπέδου κρυφίως· καὶ ἡ δύναμις τῆς ἰάσεως ὑπὸ τῆς ἁψαμένης ὡς σπόγγος εἵλκετο. Καὶ ὁ μὲν Ζακχαῖος ἀγνοῶν ἐποίει, θείῳ ζήλῳ φερόμενος, καὶ πνευματικῷ ἔρωτι φλεγόμενος ἐπὶ τὴν συκομορέαν ἔτρεχεν· ὁ δὲ Κύριος μυστικόν τι θεωρήσας, ἔλεγε, Κατάβηθι· οἶδά σου τὴν ψυχὴν, οἶδά σου τὸν ὅσιον ἔρωτα· Κατάβηθι· μνήσθητι ὅτι ὁ Ἀδὰμ γυμνωθεὶς, ὑπὸ συκῆν ἐκρύβη· σὺ δὲ θέλων σωθῆναι, ἐπὶ συκομορέαν μὴ ἀνάτρεχε. ∆εῖ με τὸ συκόμορον τοῦτο ξηρᾶναι, καὶ ἄλλο φυτεῦσαι, σταυρόν. Ἐκεῖνο χρηστὸν δένδρον ἐστὶν, ἐπ' ἐκεῖνο βήματι ψυχῆς ἀνάτρεχε. Ἐκεῖθεν γὰρ εἰς οὐρανοὺς ἕτοιμος ἀκοντίζῃ· εἰς τοῦτο τὸ δένδρον καὶ ὁ ὄφις τοῖς φύλλοις περιπλέκεται, εἰς τοῦτο κρύπτεται, ἐν τούτῳ ἐνόσσευσε· σπεῦσον, κατάβηθι πρὸ τοῦ αὐτὸν ψιθυρίζειν τῇ ψυχῇ σου, ὡς καὶ ἐπὶ τῆς Εὔας πείσας αὐτὴν γεύσασθαι τῆς γλυκείας ἡδονῆς· σπεῦσον, κατάβηθι· ἕως ἕστηκα ἐγὼ, κατάβηθι· ἐμοῦ γὰρ ὁρῶντος αὐτὸν, ἐκεῖνος πεφίμωται. Σπεῦσον, κατάβηθι, οὐ θέλω σε ἐᾶσαι ἐπὶ τὴν συκομορέαν, οὐ θέλω σε ἀπολέσθαι· ἐμὸν γὰρ εἶ πρόβατον, ἐμοὶ προσέδραμες. Σπεῦσον, κατάβηθι, καὶ πρόλαβε εἰς τὸν οἶκόν σου· δεῖ με ἀναπαύειν ἐκεῖ.

Ὅπου γὰρ πίστις, ἐκεῖ ἀναπαύομαι· ὅπου ἀγάπη, ἐκεῖ ἀπέρχομαι. Οἶδα τί μέλλεις ποιεῖν· οἶδα ὅτι ὅλα σου τὰ ὑπάρχοντα μέλλεις διδόναι πένησι, καὶ πρῶτον ἀποδιδόναι οἷς ἐσυκοφάντησας, τετραπλασίονα. Παρὰ τοῖς τοιούτοις ἡδέως αὐλίζομαι. Καὶ ὁ Ζακχαῖος σπεύσας κατέβη, καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ Ἰησοῦν ὑπεδέξατο. Χαρᾶς δὲ ἐμπλησθεὶς, σταθεὶς εἶπεν· οὐ περιπατῶν, οὐ καθήμενος, ἀλλὰ σταθεὶς, ἵνα δείξῃ τὴν τῆς ψυχῆς αὐτοῦ ἀμετάθετον γνώμην· σταθεὶς εἶπεν, ὅτε ζέων τῷ πνεύματι, ἀμεταμέλητα νοήσας ἠγωνίζετο· ᾔδει γὰρ ὅπου σπείρει, καὶ ὅπου μέλλει θερίζειν· καὶ εἶπεν· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς· καὶ οὓς ἐσυκοφάντησα, τετραπλασίονα ἀποδίδωμι. Ὢ ἐξομολόγησις καθαρὰ, ἐκ καρδίας καθαρᾶς προερχομένη· ἐξομολόγησις ἀνεπαίσχυντος ἀνεπαισχύντῳ δόξῃ Θεοῦ παρισταμένη, πίστιν ἀποπνέουσα, καὶ δικαιοσύνην ἀνθοῦσα! ἧς δικαιοσύνης καταξιώσειεν ἡμᾶς ὁ τῶν ὅλων Θεὸς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.