1

 2

 3

1

In ascensionem Sermo 3

ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Λόγος γʹ.

52.797 Φαιδρόν μοι τὸ τῆς Ἐκκλησίας θέατρον, οὐ γέλωτα τοῖς ἀνθρώποις ἐργαζόμενον μάταιον, ἀλλὰ σφοδρὸν τῷ διαβόλῳ τὸν θρῆνον. Βλέπει γὰρ ἄνω τῶν κάτω νεκρῶν ἀναστάσιμον ῥίζαν· βλέπει τὸν κάτω παρ' αὐτοῦ παραδοθέντα τῷ σταυρῷ, ἐξ οὐρανοῦ αὐτὸν καθορῶντα· βλέπει τὴν γῆν ἀγγέλων πεπληρωμένην· βλέπει παραδόξως ἀέρα βαδιζόμενον· βλέπει τὰς οὐρανίους δυνάμεις ἀπαντώσας, καὶ τοὺς μὲν λέγοντας· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, τοὺς δὲ πάλιν ἀπαντῶντας καὶ ὑπασπίζοντας· Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ποίῳ πολέμῳ; Ὃν ὑπὲρ ἡμῶν πρὸς τὸν κοινὸν ἐχθρὸν ὑπεδέξατο, ὃν οὐδεὶς ἀνθρώπων, οὐ προφητῶν, οὐ δικαίων καταπαλαῖσαι δεδύνηται.

Ἐτετυράννηντο γὰρ πάντες ὑπὸ Βασιλεύοντος τότε θανάτου, ἕως οὗ παραγέγονεν ὁ βασιλεὺς τῶν αἰώνων, καὶ δήσας τὸν Ἰσχυρὸν, ἀπέλαβεν αὐτοῦ τὰ σκεύη. Σταυρουμένου γὰρ τοῦ Κυρίου, αἱ μὲν δυνάμεις τῶν οὐρανῶν ἐξενίσθησαν, ἡ δὲ κτίσις πᾶσα ἐκλονεῖτο, ὁρῶσα τὸ κοινὸν μυστήριον καὶ τὸ φοβερὸν θέαμα γενόμενον ἐπὶ τῆς γῆς. Ἐτρόμασε γὰρ ἡ γῆ, ἐκινήθη ἡ θάλασσα, ἐκλυδωνίσθη ἡ ἄβυσσος, πᾶσα ἡ κτίσις ἐταράχθη· ἐφοβήθησαν φωστῆρες οὐρανῶν, ἔφυγεν ὁ ἥλιος καὶ ἡ σελήνη, ἀστέρες ἐξέλιπον, ἡμέρα οὐχ ὑπέμεινεν, ἄγγελος ἐξήλατο τεταραγμένος τοῦ ναοῦ, περιεσχισμένου τοῦ καταπετάσματος τοῦ οἴκου· σκότος ἐπλήρωσε τὴν γῆν, τὰ στοιχεῖα ἀπεστράφη, καὶ ἡ ἡμέρα ἠλλοιώθη· οὐ γὰρ ἐβάσταζον ὁρῶντες τὸν ἑαυτῶν ∆εσπότην καὶ ποιητὴν κρεμάμενον ἐπὶ ξύλου. Τότε ὁ ᾅδης κατελύθη, καὶ αἱ πύλαι αὐτοῦ συνετρίβησαν, καὶ οἱ μοχλοὶ αὐτοῦ συνεκλάσθησαν. Περὶ ὧν ∆αυῒδ προφητεύων ἔλεγεν, Ὅτι συνέτριψε πύλας χαλκᾶς, μοχλοὺς σιδηροῦς συνέθλασε. Τότε ἔπεσεν ὁ βασιλεύων θάνατος ὑπὸ τοὺς πόδας Χριστοῦ, καὶ ἐσύρετο αἰχμάλωτος θριαμβευόμενος. Τῷ γὰρ ἀτρέπτῳ σώματι καὶ γενναίῳ κενώσας τοῦ Ἐχθροῦ τὴν ἰσχὺν, καὶ τὰς μηχανὰς αὐτοῦ συντρίψας, κατέδραμεν εἰς τὰ τοῦ ἅδου βασίλεια, καὶ τὸν θρόνον αὐτοῦ κατέσπασε, τὸ διάδημα καθεῖλε, τὰ σκῆπτρα κατέλυσε, φωνὴν ἀφῆκε, λέγων· ∆εῦτε, πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, πρὸς τὸν Πατέρα καὶ Θεόν· δεῦτε, καὶ τῆς δουλείας ἐλευθερίαν κομίσασθε. Προάγω γὰρ ὑμᾶς ἐκ δουλείας εἰς ἐλευθερίαν, ἐκ σκότους εἰς φῶς, ἐκ τυραννίδος εἰς βασιλείαν. Ζωὴν γὰρ ὑμῖν εὐαγγελίζομαι ἐγὼ ὁ Χριστός.

Τοιγαροῦν μηκέτι φοβεῖσθε τὸν τύραννον, ἀλλὰ καταφρονεῖτε φόβου καὶ θανάτου, λιμοῦ καὶ θλίψεως, δεσμῶν καὶ φυλακῆς καὶ στενοχωρίας. Ταῦτα γὰρ δέδοικεν ὁ τυράννου στρατὸς ὃς καταλέλυται· μόνος δὲ πάντων ἐγώ εἰμι νικηφόρος βασιλεὺς, ὁ καὶ παθὼν ὑπὲρ ὑμῶν σαρκί. Οὗτος τοίνυν ἐστὶν ἀληθῶς κραταιὸς καὶ δυνατὸς Κύριος· οὗτός ἐστιν ὁ δυνατὸς ἐν πολέμῳ· οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, τοὺς κατοικοῦντας ἐν τάφοις· πρὸς ὃν ἔλεγε ∆αυΐδ· Ἀνέβης εἰς ὕψος, ἠχμαλώτευσας αἰχμαλωσίαν. Πᾶσα μὲν οὖν ἑορτὴ Χριστιανῶν, τοῦ διαβόλου κατάκρισις· ἐξαιρέτως δὲ αὕτη. Ἐν πάσαις μὲν γὰρ ταῖς ἄλλαις τὴν ἑαυτοῦ ἀπογυμνώσας κακίαν, καὶ μηδὲν ὠφελήσας ἑαυτὸν ἐθριάμβευσεν. Οἷόν τι λέγω· Τῆς Παρθένου παραδόξως κυοφορούσης, τὴν τῆς μοιχείας ἐπεφήμισε πρᾶξιν· ἀνεκλαλήτως τεκούσης, τὸ μὴ εἶναι παρθένον διέβαλεν· ἐκτρεφομένου τοῦ τὴν σύμπασαν τρέφοντος κτίσιν, φονοκτονεῖν τὰ βρέφη τὸν Ἡρώδην ἐδίδαξεν, οἰόμενος ἐν αὐτοῖς συλλαβεῖν τὸν ἀκράτητον· ἐπὶ τὸ βάπτισμα