1

 2

 3

 4

 5

 6

 7

6

εὐδοκία. Καὶ ἵνα μάθῃς, ὅτι διὰ τοῦτο δοξάζουσι τὸν Θεὸν, ἐπειδὴ ἀπέλαβεν ἡ γῆ τὰ ἀγαθὰ, ἐπήγαγον καὶ τὴν αἰτίαν, Ἐπὶ γῆς εἰρήνη, λέγοντες, ἐν ἀνθρώποις εὐδοκία, τοῖς ἐκπεπολεμωμένοις, τοῖς ἀγνώμοσιν. Εἶδες πῶς δοξάζουσι τὸν Θεὸν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, μᾶλλον δὲ ἐπὶ τοῖς ἰδίοις· τὰ γὰρ ἡμέτερα ἀγαθὰ, ἑαυτῶν νομίζουσιν εἶναι· βούλει μαθεῖν, ὅτι καὶ μέλλοντες ὁρᾷν αὐτὸν ἀναβαίνοντα, ἔχαιρον καὶ ἐσκίρτων; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος, ὅτι ἀνέβαινον καὶ κατέβαινον συνεχῶς. Τοῦτο δὲ ἐπιθυμούντων ἔστιν ἰδεῖν τὸ παράδοξον θέαμα. Καὶ πόθεν δῆλον, ὅτι ἀνέβαινον, καὶ κατέβαινον; Αὐτοῦ ἄκουσον λέγοντος· Ἀπάρτι ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου· τοιοῦτον γὰρ τῶν ἐρώντων τὸ ἔθος· οὐδὲ τὸν καιρὸν ἀναμένουσιν, ἀλλὰ προλαμβάνουσι τὴν προθεσμίαν τῇ ἡδονῇ. ∆ιὰ τοῦτο καταβαίνουσιν, ἐπειγόμενοι τὸ καινὸν καὶ παράδοξον ἐκεῖνο ἰδεῖν θέαμα, ἄνθρωπον ἐν οὐρανῷ φανέντα· διὰ τοῦτο πανταχοῦ ἄγγελοι, καὶ ὅτε ἐτίκτετο, καὶ ὅτε ἀνίστατο, καὶ σήμερον ὅτε ἀνέβη. Ἰδοὺ γὰρ δύο, φησὶν, ἐν ἐσθῆτι λαμπρᾷ, διὰ τοῦ σχήματος τὴν ἡδονὴν δηλοῦντες· καὶ εἶπον πρὸς τοὺς μαθητάς· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. εʹ. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε. Τί δήποτε ταῦτα λέγουσι; μὴ γὰρ οὐκ εἶχον ὀφθαλμοὺς οἱ μαθηταί; μὴ γὰρ οὐχ ἑώρων τὸ γινόμενον; οὐκ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι βλεπόντων αὐτῶν ἐπήρθη; Τίνος οὖν ἕνεκεν παρεστήκασιν οἱ ἄγγελοι διδάσκοντες αὐτοὺς, ὅτι εἰς τὸν οὐρανὸν ἀνέβη; ∆ιὰ δύο ταύτας αἰτίας, μίαν μὲν, ἐπειδὴ ἤλγουν ἀεὶ ἐπὶ τῇ ἀναχωρήσει τοῦ Χριστοῦ· ὅτι γὰρ ἤλγουν, ἄκουσον τί πρὸς αὐτούς φησιν· Οὐδείς με ἐρωτᾷ ἐξ ὑμῶν, Ποῦ ὑπάγεις; ἀλλ' ὅτι ταῦτα εἶπον, ἡ λύπη πεπλήρωσεν ὑμῶν τὴν καρδίαν. Εἰ γὰρ φίλους ἔχοντες καὶ συγγενεῖς χωριζόμενοι τούτων οὐ φέρομεν, πῶς οἱ μαθηταὶ τὸν Σωτῆρα, τὸν διδάσκαλον, τὸν κηδεμόνα, τὸν φιλάνθρωπον, τὸν ἥμερον, τὸν ἀγαθὸν ὁρῶντες χωριζόμενον αὐτῶν, πῶς οὐκ ἂν ἤλγησαν; πῶς οὐκ ἂν ὠδυνήθησαν; ∆ιὰ τοῦτο ἕστηκεν ὁ ἄγγελος τὴν ἀπὸ τῆς ἀνόδου γινομένην λύπην διὰ τῆς ἐπανόδου πάλιν παραμυθούμενος. Οὗτος γὰρ, φησὶν, ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Ἠλγήσατε, φησὶν, ὅτι ἀνελήφθη; Ἀλλὰ μηκέτι ἀλγεῖτε· καὶ γὰρ ἐλεύσεται πάλιν. Ἵνα γὰρ μὴ ποιήσωσιν, ὅπερ ἐποίησεν ὁ Ἑλισσαῖος ἰδὼν τὸν διδάσκαλον ἀναλαμβανόμενον, καὶ διαῤῥήξας τὸν χιτωνίσκον· οὐδὲ γὰρ εἶχέ τινα παρεστῶτα καὶ λέγοντα, ὅτι πάλιν ἥξει Ἠλίας· ἵνα οὖν μὴ τοῦτο 50.450 ποιήσωσιν οὗτοι, διὰ τοῦτο οἱ ἄγγελοι παρειστήκεισαν παραμυθούμενοι τὴν ἀθυμίαν. Καὶ μία μὲν αὕτη αἰτία τῆς τῶν ἀγγέλων παρουσίας· δευτέρα δὲ ταύτης οὐκ ἐλάττων, δι' ἣν αἰτίαν καὶ προσέθηκεν, Ὁ ἀναληφθείς. Τίς οὖν ἐστιν αὕτη; Εἰς τὸν οὐρανὸν ἀνελαμβάνετο. Πολὺ δὲ τὸ διάστημα ἦν, καὶ οὐκ ἤρκει ἡ δύναμις τῆς ἡμετέρας ὄψεως σῶμα ἀναλαμβανόμενον ἰδεῖν μέχρι τῶν οὐρανῶν· ἀλλὰ καθάπερ πετεινὸν εἰς ὕψος ἱπτάμενον, ὅσῳπερ ἂν εἰς ὕψος ἀνέλθῃ, τοσούτῳ μᾶλλον ἀποκρύπτεται ἀπὸ τῆς ἡμετέρας ὄψεως· οὕτω δὴ καὶ τὸ σῶμα ἐκεῖνο ὅσῳπερ ἂν εἰς ὕψος ἀνῄει, τοσούτῳ μᾶλλον ἐκρύπτετο, οὐκ ἀρκούσης τῆς ἀσθενείας τῶν ὀφθαλμῶν παρακολουθῆσαι τῷ μήκει τοῦ διαστήματος. ∆ιὰ τοῦτο παρειστήκεισαν οἱ ἄγγελοι, διδάσκοντες τὴν εἰς τὸν οὐρανὸν ἄνοδον, ἵνα μὴ νομίσωσιν ὅτι ὡς εἰς τὸν οὐρανὸν ἀνέβη ὡς Ἠλίας, ἀλλ' ὅτι εἰς τὸν οὐρανὸν ἀνέβη· διὰ τοῦτό φησιν, Ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν. Οὐδὲ γὰρ ἂν ἁπλῶς τοῦτο προσέθηκεν. Ἠλίας μὲν οὖν ὡς εἰς τὸν οὐρανὸν ἀνελήφθη, δοῦλος γὰρ ἦν· ὁ δὲ Ἰησοῦς εἰς τὸν οὐρανὸν, ∆εσπότης γὰρ ἦν· ἐκεῖνος ἐν ἅρματι πυρίνῳ, οὗτος ἐν νεφέλῃ. Ὅτε μὲν γὰρ τὸν δοῦλον ἔδει κληθῆναι, ἅρμα ἐπέμπετο· ὅταν δὲ τὸν Υἱὸν, θρόνος βασιλικός· καὶ οὐχὶ ἁπλῶς βασιλικὸς θρόνος, ἀλλ' αὐτὸς ὁ πατρικός. Καὶ γὰρ περὶ τοῦ Πατρός φησιν ὁ Ἡσαΐας, Ἰδοὺ Κύριος