1

 2

 3

 4

 5

 6

3

Τί δέ ἐστιν ἐπὶ σοὶ, 64.40 ὦ παρθένε; πότε ἢ ποία ὄψις πολεμικὴ ἠπάτησέ σε; ποῖα ξίφη; ποῖα δόρατα· ποῖαι ἀσπίδες; ποῖος στρατιωτῶν θόρυβος οὕτω ταχέως τῆς ἀσφαλείας ἀποστῆναι ἠνάγκασε· σὺ ὑπῆρχες καὶ πόλις καὶ ναὸς τοῦ Χριστοῦ, καὶ τεῖχος καὶ φύλαξ τῆς πόλεως καὶ τῆς πύλης. Ἀλλ' ὢ τοῦ θρήνου! πῶς συνεχώρησας τῷ ἐχθρῷ ἄνευ ἀνάγκης ἀνοῖξαι ταύτην; πῶς βραχείᾳ ὥρᾳ δελεασθεῖσα ἐκείνην προέδωκας, δι' ἧς ὁ Χριστὸς ἐξελθὼν ἐσφράγισεν; Ὢ τοῦ κακοῦ πολέμου! τὸ τεῖχος διέῤῥηξας, τὸν ναόν σου τὸν ἅγιον διέφθειρας, τὰς συνθήκας τοῦ γάμου παρέβης, τὰ γράμματα ἀπήλειψας, τὴν προῖκα ἠθέτησας, τὴν τοῦ Χριστοῦ κοίτην ἐνύβρισας· ἀλλὰ μὴν καὶ τὸ ἐνέχυρον ἀπώλεσας. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα νόμους, ποῖαι τιμωρίαι μένουσι τὴν μοιχαλίδα; Τί δὲ σὺ ποιήσεις, ἣ οὐχὶ συνδούλου κοίτην ἐνύβρισας, ἀλλὰ τοῦ ∆εσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ζῶντος ἀεὶ, πηλῷ φθειρομένῳ καὶ δυσωδίᾳ συμπλακεῖσα; Πῶς σε πενθήσω οὐκ οἶδα· μηδενὸς γὰρ πολεμήσαντος τέτρωσαι, ἄνευ ξίφους ἀποτέτμησαι. Τίνα σε κρίνω οὐκ οἶδα· ἄσπλαγχνον, ἢ ἀσυνείδητον, ἢ ὡς ψυχοφθόρον, ἢ ὡς αὐτοφόνον.

Τοσαύτη γὰρ τῆς μανίας ἐκείνης ἡ ὄψις, οὐχ εὑρίσκουσα ἄξιον τοῦ πένθους τὸν ὄνειδον. Ἆρα οὐκ ἐμνήσθης τῶν συνθηκῶν τοῦ Χριστοῦ; οὐκ ἐμνήσθης τῆς ἁγνείας, ἐν ᾗ καθ' ἡμέραν σοι ὁ Χριστὸς πρὸς τῇ πλευρᾷ καὶ τῷ μαστῷ ἀοράτως καὶ μυστικῶς σκιρτῶν καὶ ἀγαλλόμενος; Καὶ διὰ τί δέ; Ἐπειδὴ καὶ σὺ Μαρία ὑπῆρχες ἕως οὗ τὴν παρθενείαν διεφύλαττες. Ποῖος οὖν κηρὸς πονηρίας συνέτηξέ σου τοὺς ὀφθαλμούς; ποία σκοτομήνη ἐσκότισέ σε, ὥστε τὰ μέλη τοῦ Χριστοῦ ποιῆσαι μέλη πορνείας; Ὢ τοῦ πένθους! τὴν πορνικὴν δυσωδίαν τῆς παρθενικῆς εὐωδίας προέκρινας; τὸν τῆς ἡδονῆς βόρβορον τῷ μύρῳ κατήλλαξας; Οὐκ ἐμνήσθης τῆς κατανυκτικῆς πλήρης ὥρας ἐκείνης, ἐν ᾗ συγχαίροντες ἄγγελοι ὁμοῦ τε καὶ ἄνθρωποι εἰς τὸν νυμφῶνά σε τοῦ Χριστοῦ λαμπάδας κατέχοντες προέπεμπον, ∆αυιτικὰ ᾄσματα ᾄδοντες, καὶ τὴν πτωχὴν καὶ πένητα νύμφην Χριστοῦ καὶ βασιλίδα πάντες ἐκήρυττον; Ὢ τίς μὴ πενθήσῃ τὴν βασιλέα καταλείπουσαν, σαπρίᾳ σκωλήκων ἑαυτὴν συνάψασαν, [ἢ] καὶ μεθ' οὗ ἤμελλε συζῇν καὶ συμβασιλεύειν κατεφρόνησε, καὶ τὸν ὑπὸ τοῦ βασιλέως ἐν γεέννῃ πυρὸς ἐμβάλλεσθαι μέλλοντα ἐπόθησεν; Ἵνα τί τοιοῦτον βόθρον ἑαυτῇ κατώρυξας; Ἀλλὰ τὸ πλάτος σε τῆς ὁδοῦ ἠπάτησε. Ποῖον πλάτος, παρακαλῶ; τί σοι ἐπηγγείλατο ὁ ὁδηγὸς τῆς ἀπωλείας, ὁ πρόξενος τῆς γεέννης; ποίαν ἀπόλαυσιν βίου ὁ ἀνθρωποκτόνος; οὐκ ἤκουσας, ὦ παρθένε, τοῦ ∆εσπότου λέγοντος ἐν Εὐαγγελίοις, Ἐὰν τὸν κόσμον ὅλον κερδήσῃς, τὴν δὲ ψυχήν σου ζημιωθῇς, τί ὠφέλησας; Ἀλλ' ὢ τῆς τυφλότητος! ὢ τῆς ἀνοίας! ὢ τῆς σκοτώσεως! ἐννόησον, ὦ παρθένε, τὴν ἀπώλειαν· ἐννόησον τίνα μὲν προκρίνεις, τίνα δὲ ἀθετεῖς, τί δέ σοι τὸ χαριζόμενον παρὰ τοῦ ἀπατοῦντος· ῥοπὴν ἡδονῆς ἐν πηλῷ συμπεφυρμένην, καὶ σταγόνα βορβόρου ἐν παρθενικῇ γαστρὶ ὑπὸ ἁμαρτίας μιγνύμενον, καὶ γέενναν πυρὸς, καὶ σκώληκα ἀτελεύτητον ἀπάγουσα. Φρίξον τὴν ἀσχημοσύνην ἐκείνην. Ἆρα γὰρ ταύτην ἡδονὴν ἔστιν εἰπεῖν ἀπόλαυσιν βίου; ἆρα τοῦτο τρυφὴ, τοῦτο πλάτος; τίς αὕτη τῆς μανίας ἡ συγκατάθεσις; Ἀλλὰ νῆφε ἐν πᾶσι καὶ λέγε· οὐ γὰρ αὑτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Χαῖρε οὖν πάντοτε, καθὼς γέγραπται· Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις· ὁ φόβος τοῦ Θεοῦ καταστραπτέτω ἐν τῇ καρδίᾳ σου. Μὴ ῥίψασπις γένῃ στρατιώτης, μὴ δειλὸς καὶ ὀκνηρὸς ἐργάτης, μὴ φύγῃς τὸν στέφανον.

Ὁ βίος βραχὺς, ἡ δὲ κρίσις μακρά. Πρὸς ταύτην ἀφορῶν, ἀδελφὲ, ὑποφώνει σου τὴν καρδίαν ἅμα τῷ ἁγίῳ, καὶ λέγε· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· μιμοῦ τὸν ∆αυῒδ, καὶ μιᾷ λίθου βολῇ κατάῤῥαξον τὸν πολέμιον. Ἑστήκασιν ἄγγελοι θεωροὶ τοῦ βίου σου· Θέατρον, γὰρ φησὶν, ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· ἐάν σε ἴδωσι νικῶντα, χαίρουσιν ἐπὶ τῷ κατορθώματι· ἐὰν ἡττώμενον, ἀναχωροῦσι στυγνοὶ, γελῶσι δὲ ἐπὶ σοὶ τὰ δαιμόνια.