1

 2

2

τὰς βιωτικὰς ὀδύνας. Τὸ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, καὶ, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ, καὶ, Ἐν λύπαις τέξῃ τέκνα· αὗται αἱ πληγαὶ τῆς ψυχῆς. Καὶ ἀπῆλθον ἀφέντες αὐτὸν ἡμιθανῆ τυγχάνοντα. Οὔτε γὰρ ἐν ζῶσιν ἦν παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ ὁ Ἀδὰμ, οὐδὲ τελείως ἐνεκρώθη, τῷ μὴ τελείως ἀρνήσασθαι τὸν Θεόν. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ. Καὶ οὐκ εἶπε, Κατὰ συντυχίαν, ἀλλὰ, Κατὰ συγκυρίαν· Κατὰ συντυχίαν γάρ ἐστιν, ἀπροόπτως καὶ ἀπροσδοκήτως, ὅταν ἐξ αὐτομάτου τις παραγένηται· κατὰ συγκυρίαν δέ ἐστιν, ὅταν τις κατὰ πρόνοιαν Θεοῦ τι ποιήσῃ. Ἐνταῦθα οὖν κατὰ πρόνοιαν Θεοῦ κατέβαινεν ὁ ἱερεὺς ἐν τῇ ὁδῷ ἐκείνῃ, Καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευίτης. Τίς ὁ ἱερεὺς, καὶ τίς ὁ Λευίτης; Ἱερεὺς μὲν ἔστιν ὁ Μωσαϊκὸς νόμος, Λευίτης δὲ ὁ προφητικὸς λόγος. Οὗτοι μὲν οὖν κατὰ πρόνοιαν μὲν Θεοῦ ἦλθον ἐπὶ τῇ θεραπείᾳ τοῦ τετραυματισμένου ὑπὸ τῶν λῃστῶν· μὴ δυνηθέντες δὲ θεραπεῦσαι αὐτὸν, ἀντιπαρῆλθον.

Τούτων οὖν μὴ ἰσχυσάντων ἀναστῆσαι τὸν κείμενον, ἔρχεται Σαμαρείτης, ὅς ἐστιν ὁ ∆εσπότης Χριστὸς, ὁ φύλαξ τῶν ἡμετέρων ψυχῶν· Σαμαρείτης γὰρ ἑρμηνεύεται φύλαξ. ∆ιὰ τοῦτο οὖν εἶπε· Σαμαρείτης δέ τις ὁδεύων ἦλθε. Καὶ οὐκ εἶπεν, ὅτι Ἦλθε πρὸς αὐτὸν, ἀλλ', Ἦλθε κατ' αὐτὸν, τουτέστι, σαρκοφορήσας κατ' αὐτὸν, πάθει σωματικῷ ὑποκείμενος κατ' αὐτὸν ἀναμαρτήτως. Καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη ἐπ' αὐτῷ, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον. Τίνες οἱ ἐπίδεσμοι, καὶ τί τὸ ἔλαιον, καὶ τίς ὁ οἶνος; Ἐπίδεσμοί εἰσιν αἱ παραγγελίαι τοῦ Χριστοῦ, τὸ ἔλαιον, τὸ χρίσμα τὸ ἅγιον, οἶνος δὲ τὸ μυστήριον τῆς πίστεως. ∆ιὰ τῶν τριῶν τούτων τὰ ψυχικὰ ἡμῶν θεραπεύεται τραύματα. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον. Ἴδιον κτῆνος λέγει τὸ σῶμα ὁ Χριστὸς, ὃ ὑπὲρ ἡμῶν ἀνέλαβεν ἐκ τῆς ἀχράντου παρθένου. Ἀνεβίβασεν οὖν ἐπὶ τὸ ἴδιον κτῆνος τὸν τετραυματισμένον ὑπὸ τῶν λῃ 61.757 στῶν· ἐπειδὴ, κατὰ τὸν προφήτην Ἡσαΐαν, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασε. Καὶ ἤγαγεν εἰς πανδοχεῖον, τουτέστιν, εἰς τὴν ἁγίαν Ἐκκλησίαν, καὶ ἐπεμελήθη αὐτοῦ, τὸ πρότερον αὐτὸς δι' ἑαυτοῦ. Ἐπὶ τὴν αὔριον δὲ ἐξελθὼν, τουτέστι, μετὰ τὴν ἁγίαν ἀνάστασιν, ἐκβαλὼν δύο δηνάρια, δέδωκε τῷ πανδοχεῖ. Τίς ἐστιν ὁ πανδοχεὺς, καὶ τί τὰ δύο δηνάρια; Ὁ πανδοχεὺς Παῦλος ὁ ἀπόστολός ἐστιν, ὁ προβληθεὶς τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ· πανδοχεὺς δὲ ἐκλήθη διὰ τὸ πάντας δέχεσθαι, καὶ πάντας ἕλκειν εἰς σωτηρίαν. Ἐκβαλὼν δύο δηνάρια ὁ Χριστὸς μετὰ τὴν ἀνάστασιν, τήν τε Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην, ἔδωκε τῷ πανδοχεῖ, εἰπὼν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ· σοὶ, φησὶ, παραδίδωμι τὸν ἐξ ἐθνῶν λαὸν, τὸν τετραυματισμένον ὑπὸ τῶν λῃστῶν φονικωτάτων· μόνον ἐπιμελήθητι αὐτοῦ· καὶ ὃ δ' ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.

Τί οὖν προσ 61.758 εδαπάνησε Παῦλος τοῖς δηναρίοις; Τὰς δέκα τέσσαρας ἐπιστολὰς, ἃς διεπέμψατο τοῖς ἔθνεσι. Τί ἐστι τὸ, Ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι; Ἐν τῇ δευτέρᾳ μου παρουσίᾳ, ὅταν ἔρχωμαι κρῖναι ζῶντας καὶ νεκροὺς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με, ἀποδώσω σοι ἃ προσεδαπάνησας· καθὼς καὶ αὐτὸς ὁ Παῦλος λέγει· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

Τοῦ τοιούτου οὖν, ἀδελφοὶ, στεφάνου γένοιτο καὶ ἡμᾶς ἐπιτυχεῖν πάντας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.