1

 2

2

ἀποθανεῖσθε. Φυγὴ θανάτου, σταυροῦ τὸ δένδρον· ἐκεῖθεν γὰρ ἐπήγα 59.704 ζεν ἡ ζωὴ ἡ ἀθάνατος. Ἀπὸ σταυροῦ πρὸς παράδεισον ὁ λῃστὴς μεταβέβηκεν, ἀντὶ θανάτου ζωὴν ἀνταλλαξάμενος. Καρπὸς τοῦ φθόνου τοῦ ἐν παραδείσῳ φυτοῦ ἡ βρῶσις· καὶ ἀναίρεσις τοῦ φθόνου ἡ ἐκ τοῦ καρποῦ τοῦ σταυροῦ μετάληψις. Εἰ ἐνήστευσεν ὁ Ἀδὰμ, οὐκ ἂν θανάτῳ κατεδικάσθη, οὐκ ἂν τῆς ἀκαμάτου τρυφῆς ἐξόριστος γέγονεν, οὐκ ἂν τῇ φθορᾷ ὑπεβλήθη. Φησὶ γὰρ ἡ θεία Γραφὴ, ὅτι Ὁ Θεὸς τὸν ἄνθρωπον ἔκτισεν ἐπ' ἀφθαρσίᾳ· φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Ἀλλ' ἦλθε Χριστὸς, Ἡ εἰρήνη ἡμῶν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, προσήλωσε τὸ γραμματεῖον τῆς ἁμαρτίας τῷ σταυρῷ, ἀκυρώσας τὸ καθ' ἡμῶν χειρόγραφον τοῦ θανάτου. Καὶ βοᾷ Παῦλος· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἀμειψώμεθα τοίνυν κατὰ δύναμιν τὸν εὐεργέτην, ἀγαπητοί· μικροῖς ὀβολοῖς θεραπεύσωμεν τὸν πλούσιον ἐν ἐλέει.

Ὁ ∆εσπότης ἡμῶν ὑπὲρ ἡμῶν ἐσταυρώθη· ἡμεῖς δὲ θρέψωμεν τὸν κατ' εἰκόνα αὐτοῦ κτισθέντα πένητα· ἐκεῖνος θανάτῳ προσωμίλησεν, ἵνα ἡμᾶς θανάτου ἐλευθερώσῃ· ἡμεῖς δι' αὐτὸν μικροῖς ὀβολοῖς τοῦ θανατικοῦ λιμοῦ τοὺς ὁμογενεῖς ἐξαρπάσωμεν. Αὐτὸς γὰρ, αὐτός ἐστιν, ὁ διὰ τῶν πενήτων δεχόμενος τὸ παρεχόμενον. Μὴ τοίνυν παραδράμῃς, ἄνθρωπε, ἐκτείνοντος τὴν χεῖρα τοῦ πένητος, ἀφορῶν εἰς τὸν δι' ἐκείνου δεχόμενον ∆εσπότην· ἀλλὰ γενέσθω σοι ἡ χεὶρ τοῦ πένητος θυμιατήριον ἐν ἀγορᾷ προκείμενον. Ἔχει γὰρ ἀντὶ πυρὸς, τοῦ λιμοῦ τοὺς ἄνθρακας κατατήκοντας. Ἐπιβάλλωμεν οὖν ἀντὶ θυμιάματος ὀβολοὺς δύο, καὶ τῆς εὐωδίας πληρώσωμεν τὸν οὐρανὸν, ἵνα ἐξ οὐρανῶν ἀκούσωμεν· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν μικρῶν, ἐμοὶ ἐποιήσατε, βοῶντος τοῦ Χριστοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.