1

 2

2

μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; Ἐθαύμαζον, ἀλλ' οὐκ ἐπίστευον· κατεπλήττοντο τὴν τῆς σοφίας ὑπερβολὴν, ἀλλ' οὐ μετεγίνωσκον, τῇ τῆς κακίας πεπληρωμένοι δεινότητι. Ἐθεώρουν τὸν ἰατρὸν προτιθέντα τὰ φάρμακα, καὶ νοσοῦντες τὴν θεραπείαν οὐ προσεδέχοντο· ἔβλεπον τὸν ῥυόμενον, καὶ τὴν αἰχμαλωσίαν ἐφίλουν· ἔχοντες ἐν μέσῳ τῶν ἀγαθὼν τὸν λειμῶνα· τὰς ἀκάνθας συνέλεγον· τοῦ λιμένος παρόντος, ἐναυάγουν οἱ δεινοί· σοφίας προχεούσης τὰ θεῖα διδάγματα, τῶν φόνων ἀποπλύνασθαι τὸν βρόμον οὐκ ἤθελον· Χριστοῦ τὰς πτέρυγας τῆς φιλανθρωπίας ἁπλοῦντος, σκέπεσθαι οὐκ ἠνείχοντο τῶν ἐχιδνῶν τὰ γεννήματα. Ποσάκις γὰρ, φησὶν, ἐν τοῖς Εὐαγγελίοις, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὡς ὄρνις τὰ νοσσία ἑαυτῆς· καὶ οὐκ ἐθελήσατε; Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; Ὢ τῶν πραγμάτων! Νόμον ἀγνοεῖς, Ἰουδαῖε, καὶ ἀγνοεῖς τὰ τοῦ νόμου παιδεύματα; λέγεις, Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς;

Εἰπέ μοι, ὦ τῆς ἀληθείας ἐχθρὲ, πῶς ὁ Ἀδὰμ, γράμματα μὴ μεμαθηκὼς, τοῖς θηρίοις προσφόρους τὰς ὀνομασίας ἐπέθηκε; Τὸν δοῦλον οὐκ ἐρωτᾷς, καὶ τὸν ∆εσπότην λογοθετεῖς λέγων, Πῶς οὗτος οἶδε γράμματα; Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Καὶ πότε Θεὸς κατὰ μετάβασιν ἀποστέλλεται τόπου; πότε δὲ ὁ τὰ πάντα πληρῶν ἔνθα πάρεστιν ἔρχεται; Πρὸς τοὺς Ἰουδαίους ὁ λόγος, οὐ πρὸς τοὺς εὐσεβῶς μανθάνειν εἰδότας ἡ ῥῆσις. Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με Πατρὸς, ὅς μοι καὶ τὴν ἐξ οὐρανοῦ μαρτυρίαν ἐπὶ πάντων ὑμῶν προ 61.743 εβάλετο λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Περὶ ἐμοῦ καὶ Ἰωάννης ἀνέκραξεν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀμνὸς γὰρ ἀληθῶς ὁ Χριστὸς, ὁ σήμερον ἀνελθὼν εἰς τὸ ἱερὸν, καὶ τὴν τῆς ἀληθείας φωνὴν ὁ Ἰωάννης ἐπ' αὐτῷ προεβάλετο. Φωνὴ γὰρ ὢν, δεόντως τὸν λόγον ἐνεκωμίασε· λύχνος ὢν, τοῦ ἡλίου τὰς λαμπάδας ἐγνώρισεν· ὡς πρόδρομος, ἐμήνυσε τὸν ἐρχόμενον· ὡς αὐγὴ, τὸν ὄρθρον ἐκήρυξεν· ὡς στρατιώτης, τὸ τοῦ βασιλέως ἐδημοσίευσεν ὄνομα.

Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων 61.744 τὴν ἁμαρτίαν τοῦ κόσμου· ἀμνὸς, ὃν ἀμνὰς μὲν παρθένος ἀσπόρως συλλαβοῦσα, ἀφθόρως ἐγέννησεν, ἡ φάτνη δὲ, ὡς χλοηφόρον, παιδίον αὐτὸν ὑπεδέξατο, ἔλουσε δὲ ὁ Ἰορδάνης, ὁ Ἰωάννης ἐβάπτισεν, Ἰούδας τοῖς Ἰουδαίοις ἐπώλησεν, ἔσφαξε Πιλᾶτος, ὁ τάφος προέθηκεν, καὶ ἡμεῖς ὠψωνήσαμεν, καὶ τῷ πόκῳ γυμνοὺς ὄντας ἐκ τῆς παραβάσεως τοῦ Ἀδὰμ τοὺς πάντας ἠμφίασεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.