1

 2

 3

1

In nativitatem Joannis Baptistae

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸ γενέθλιον τοῦ

ἁγίου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου

1 Εὐλογητὸς ὁ θεός· ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ 20Ἰωάννου20 σκιρτήματα· προέβη τοῦ δικαίου τὰ διὰ τῶν ποδῶν εὐαγγέλια· ἀπήντησεν ἡ χάρις ἣν ἐν τῇ μήτρᾳ τυγχάνων ἐμήνυσεν· εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ὄντως «ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε»· ἐλαυνόμενοι προεβόουν προφῆται, οὐκ ἐσίγων τυπτόμενοι δίκαιοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντέπραττον τύραννοι, βασιλεῖς ἐπολέμουν, ἄρχοντες παρετάσσοντο· συνωργίζοντο δῆμοι, ὁ κόσμος ὅλος ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν παρήγοντο βήμασιν, ἐκεῖθεν κατεξαίνοντο μάστιξιν· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις, πανταχόθεν θλίψεις καὶ ὀδυρμοί, πανταχόθεν κατήφεια καὶ σκότος· ἀλλ' ἐν τοιαύτῃ κατηφείᾳ καὶ τηλικαύτῃ τοῦ βίου σκοτώσει τυγχάνοντες λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμεθα.

2 20Ἰωάννης20 γὰρ ὁ μέγας τοῦ κυρίου πρόδρομος ἔτι δεδεμένος ὢν τοῖς σπαργάνοις τῆς φύσεως τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν καὶ σπεύδων κηρύξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοὺς βιάζεται τοὺς ὅρους τῆς φύσεως ἐξελθεῖν· ὡς βραδυτοκοῦσαν τὴν 20Ἐλισάβετ20 ἐσόβει, ἐσκίρτα χορεύων ὁμοῦ τε καὶ δυσχεραίνων ἐφ' οἷς ὑπὸ τῆς νηδύος κεκράτητο, τῆς περιόδου τῶν μηνῶν κατεβόα, ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσεν, ἐλάκτιζεν τὰ κλεῖθρα τῆς φύσεως, τὸν τοῦ τοκετοῦ ἐμέμφετο τρόπον καὶ μεμυκότων τῶν χειλέων ἐβόα τοῖς σχήμασιν μονονουχὶ τοιαῦτα πρὸς τὴν 20Ἐλισάβετ20 τῇ κινήσει φθεγγόμενος· «Ἀδικεῖς, ὦ μῆτερ, βραδύνουσα, προφήτην ἐν γαστρὶ περιφέρεις, τὴν τῆς οἰκουμένης χαρὰν συνέχεις, τὸν πρόδρομον τοῦ βασιλέως Χριστοῦ βαστάζεις, τὸν στρατιώτην τοῦ βασιλικοῦ κηρύγματος κατέχεις, τὸν μάρτυρα καὶ πάντων ἐν γεννητοῖς γυναικῶν μείζονα περισφίγγεις καὶ συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας. Ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας τὰ μέλλοντα, ἀγνοεῖς τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατέλλει ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος καὶ χρεία φωνῆς· ἐγγὺς ὁ νυμφίος καὶ δίκαιόν ἐστιν ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ 20Ἰορδάνῃ·20 αἵματος χρεία ἀγοράζοντος τὸν κόσμον καὶ χρή με πόρρωθεν τὸν ἀμνὸν ὑποδεῖξαι. Ἐσπαργάνωται τὸ ἀνθρώπινον γένος ταῖς ἁμαρτίαις· ἦλθεν ὁ λύων τοὺς πεπεδημένους. Λοιπὸν χρεία κλήτορος, ἵνα πάντες μαθόντες ἀπαντήσωσιν ἅπαντες. Καὶ σὺ κατέχεις ἐν μήτρᾳ τὸν πρόδρομον;

Οὐκ ἐννοεῖς, ὦ μῆτερ, τὸν 20Ἀδὰμ20 τοσούτους αἰῶνας ἐν τῷ ᾅδῃ κρατούμενον; Οὐ σκοπεῖς τῆς 20Εὔας20 τὸν στεναγμόν; Οὐ βλέπεις τοῦ κόσμου τὴν κατήφειαν, μᾶλλον δὲ ἀπώλειαν; Ἔτι κράζει τοῦ 20Ἄβελ20 τὸ αἷμα τὴν κατὰ τοῦ 20Κάϊν20 ἐντυχίαν ποιούμενον. Συνστενάζει τούτοις καὶ αὐτὰ τὰ στοιχεῖα· διὰ τοῦτο γὰρ πάντως καὶ ἀπηλλάγης τοῦ πάθους τῆς ἀτεκ νίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας τὸν ἐκ παρθένου· διὰ τοῦτο ἐγὼ ἐν μήτρᾳ ἐν ἀγαλλιάσει ἐσκίρτησα, ἵνα μηκέτι ὀρχήσηται διάβολος ἐν κόσμῳ.» Τοιαῦτα οὖν μήπω τεχθεὶς πρὸς τὴν 20Ἐλισάβετ ὁ Ἰωάννης.20 Προελθὼν δὲ ἐξ αὐτῆς καὶ μείζονα δεξάμενος εἰκότως τὴν ἔκλαμψιν ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πλάσμασι μεγαλοφώνως βοῶν· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»