1

 2

 3

 4

 5

 6

3

Οὕτως ἱκετεύοντα ἐκ βάθους τῆς καρδίας εἶδεν αὐτὸν ὁ βλέπων πλημμελοῦντας, καὶ παραβλέπων ἁμαρτάνοντας, καὶ περιμένων αὐτῶν τὴν μετάνοιαν· εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη. Πατὴρ γὰρ ἦν τῇ χρηστότητι, εἰ καὶ Θεὸς ὑπῆρχε τῇ φύσει. Καὶ δραμὼν ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. Οὐκ ἀνέμεινε τὸν προσκρούσαντα πλησίον ἐλθεῖν, ἀλλ' αὐτὸς αὐτῷ προαπήντησε προθύμως. Καὶ οὐκ ἐβδελύξατο τὸν τράχηλον αὐτοῦ, ὡς ταῖς κηλῖσι τῆς ἀσωτίας κατάστικτον καὶ μεμιαμμένον· ἀλλὰ ταῖς ἀχράντοις αὐτοῦ χερσὶ περιλαβὼν κατεφίλησεν ἀπλήστως τὸν πάλαι ποτὲ ποθούμενον. Ὢ τῆς ἀφάτου τε καὶ φοβερᾶς εὐσπλαγχνίας! ὢ παραδόξου φιλανθρωπίας! ὢ ξένων καταλλαγῶν! Ἔπεισεν εὐθὺς τὸν Θεὸν εἰς ῥοπὴν μίαν μόνην καὶ συγκαταβῆναι τοῖς δάκρυσι, καὶ παραδραμεῖν πλῆθος τοσοῦτον. Ἐθαύμασας ἐνορῶν Θεὸν κολακεύοντα ἁμαρτωλόν; Ὢ τῆς στοργῆς τῶν σπλάγχνων τῶν πατρικῶν! ἁμαρτωλὸς ἐπὶ γῆς ἐδάκρυσε, καὶ ὁ μόνος ἀναμάρτητος οὐρανόθεν ἑαυτὸν πρὸς τὴν φιλανθρωπίαν ἐπέκλινε.

Τίς εἶδέ ποτε ἁμαρτωλὸν ὑπὸ Θεοῦ κολακευόμενον· τίς εἶδέ ποτε τὸν δικαστὴν κατάδικον θεραπεύοντα; τίς εἶδέ ποτε κατάκριτον κολακευόμενον; Ἀλλ' ὅμως ὁ Θεὸς παρακαλεῖ, ὥς ποτε τὸν Ἰσραήλ. Λαός μου, φησὶ, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Καὶ νῦν τὰ αὐτὰ γίνεται, καὶ ἐγένετο, ἐπειδὴ οὕτως εἴωθεν ὑφ' ἑαυτοῦ νικᾶσθαι ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως. Οὐ μὴν ἠρκέσθη τούτοις ὁ ἄσωτος οὗτος υἱός· ἀλλὰ καὶ ἐν τοῖς τῆς μετανοίας ἀγαθοῖς ἄσωτος ὢν, οὐδὲ ἐνόμισεν αὐτῷ πρὸς τὸ πλῆθος τῶν ἁμαρτηθέντων τὴν τοσαύτην φιλανθρωπίαν πρὸς τὴν τελείαν σωτηρίαν ἀρκεῖν· ἀλλ' ἅπερ ἐμελέτησεν εἰπεῖν τῷ πατρὶ, ταῦτα καὶ πα 59.519 ρὼν διελέγετο μετὰ τοῦ πρέποντος σχήματος· πάτερ, εἴ γε ὅλως ἔξεστί μοι πατέρα σε εἰπεῖν· εἰ μὴ καὶ τοῦτο μετὰ τῶν ἄλλων μου πταισμάτων, καλῶν σε πατέρα, ἐξαμαρτάνω· εἰ μὴ ὑβρίζω τῇ κλήσει τὸ ἀνύβριστον ὄνομα· εἰ μὴ κλείει μου τὰ χείλη τὸ συνειδός· εἰ μὴ δεσμεῖ μου τὴν γλῶτταν ὁ τρόπος τῆς πράξεως· εἰ μὴ κωλύει μου τὸν λόγον ὁ βίος· δέξαι, πάτερ ἅγιε, δέησιν ῥυπαρὰν ἐκ στόματος ῥυπαροῦ. Πάτερ κατὰ χάριν, καὶ δημιουργὲ κατὰ φύσιν, «Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου». Ἥμαρτον, ὁμολογῶ τὰ παραπτώματά μου, οὐ κρύπτω ἅπερ βλέπεις, οὐκ ἀρνοῦμαι ἅπερ ἐπίστασαι· ὡς ὑπεύθυνος πρόκειμαι, ὡς παράνομος κατακρίνομαι· ὡς κριτὴς ἐλέησόν με. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. ∆έδοικα εἰς τὸν οὐρανὸν τὰ ὄμματά μου ἀνατεῖναι· φοβοῦμαι γὰρ τοῦ στερεώματος τὴν μορφὴν, ὡς κατηγόρου φωνήν· εὐλαβοῦμαι ἐνατενίσαι τῷ φωτὶ θεότητος, ῥυπαροὺς ἔχων τοὺς τῆς διανοίας ὀφθαλμούς. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ἰδοὺ ἐμαυτὸν ἀνακηρύττω, ἐμαυτὸν κατακρίνω, κατ' ἐμαυτοῦ ἀποφαίνομαι.

Οὐ δέομαι δικαστοῦ πρὸς ἀπόφασιν, οὐ δέομαι κατηγόρων πρὸς ἔλεγχον, οὐ δέομαι μαρτύρων πρὸς ἔγγραφα· ἔνδον ἔχω προκαθήμενον τὸ συνειδὸς, τὸν ἀπαραίτητον δικαστὴν ἐν τῇ ψυχῇ βαστάζω, τὸ φοβερὸν δικαστήριον· ἐν τῷ συνειδότι περιφέρω τοὺς μάρτυρας, ἐν τοῖς ἐμοῖς ὀφθαλμοῖς τοὺς κατηγόρους ἐπάγων· τὰ θέατρά μου κατηγορεῖ, αἱ ἱπποδρομίαι μου κατακράζουσιν, αἱ θεωρίαι τῶν θηριομαχούντων καταβοωσί μοι· ἡ ἀσωτία θριαμβεύει με, αἱ πράξεις μου στηλιτεύουσί με, ἡ παροῦσα γυμνότης φανεροῖ με, αὐτὰ τὰ ῥάκη τῆς αἰσχύνης, ἃ περιβέβλημαι, καταισχύνει με, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Μήτε τῆς αὐλῆς σου ἀποπέμψῃς με, ∆έσποτα, ἵνα μὴ πάλιν ὁ πολέμιος εὑρών με πεπλανημένον, ὡς αἰχμάλωτον ἀπαγάγῃ· μήτε πλησίον ἑλκύσῃς με τῆς φοβερᾶς σου καὶ μυστικὴς τραπέζης· οὐ γὰρ τολμῶ ὀφθαλμοῖς ἐναγέσιν ὁρᾷν τῶν ἁγίων τὰ ἅγια. Ἔασόν με στῆναι μετὰ τῶν κατηχουμένων, τῶν θυρῶν τῆς ἐκκλησίας ἔνδον, ἵνα θεωρῶν τὰ ἐν αὐτῇ τελούμενα μυστήρια, ποθήσω κατὰ μικρὸν