1

 2

 3

 4

 5

3

τὸν μὲν ὕπνον ἐδίωκε, σπουδαιότερον δὲ τὸν ὕμνον ἀνέπεμπεν. Ἡμέρα πάλιν ζοφερὸν δεικνύουσα τὸν οὐρανὸν, καὶ ἀστραπαῖς ἀπαύστοις καὶ βρονταῖς κτυπουμένη εἰς τρόμον ἐξαίσιον καὶ βοὴν μεγίστην πάντας ἐκίνει. Ἡ γῆ σειομένη κλόνον πολὺν εἰργάζετο ταῖς ψυχαῖς. Τὰ νήπια πάντα τοῖς κόλποις ὑπὸ δέους προστρέχοντα τῶν μητέρων, καὶ ταῖς ἀγκάλαις κλαυθμυριζόμενα ἄφατον ἐποίει θρῆνον καὶ ὀδυρμὸν τοῖς ὁρῶσι. Ἀγέλαι βοῶν καὶ προβάτων, καὶ θρέμματα πάντα νομῆς, καὶ ὑδάτων κεκωλυμένα, καὶ διάφορον φωνὴν ἀφιέντα, εἰς κλαυθμὸν καὶ ἀδαμαντίνους ἐκίνει ψυχάς. Πανταχόθεν δὲ τῆς ἀπειλῆς καὶ τοῦ δέους ταράσσοντος, οὐκ ἠνέχοντο τὴν ἐλπίδα τὴν χρηστὴν ἀποῤῥίψαι. Τίς οἶδε γὰρ, φησὶν, εἰ μετανοήσει ὁ Θεὸς, 64.429 καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐκ ἀπολώμεθα; Ἐκ βαθυτάτης τοίνυν καρδίας πρὸς τὸν Θεὸν ἀνεβόων· Βασιλεῦ, ζωῆς Κύριος καὶ θανάτου, ἡμεῖς μὲν ἧς ἠπείλησας ἀποφάσεως ἄξιοι, καὶ δίκην τὴν ἑκάστην ὀφείλομεν, σὲ τὸν ἀληθινὸν Θεὸν ἀγνοήσαντες, καὶ διεφθαρμένον ζήσαντες βίον. Αὐτὸς δὲ τῷ πελάγει τῶν σῶν οἰκτιρμῶν κεχρημένος παῦσον τὴν καθ' ἡμῶν τιμωρίαν· νίκησον τὸ μέσον δίκαιον ἀγαθότητι, τὴν δὲ ἡμῶν ἀγνωμοσύνην φιλανθρωπίᾳ· εἰ μὲν ἐξαίφνης ἐπήγαγες τὴν πληγὴν, λόγος τὰ τῆς κολάσεως εἶχε, καὶ ἀλλοτρίους ὄντας καὶ φαύλους ἀπέκτενες· νῦν δὲ προθεσμίαν διὰ χρηστότητα δοὺς, ἂν μεταβληθέντας φονεύσῃς, οὐκ ἀλλοτρίους, ἀλλὰ σοὺς ἀπολλύεις. Ἀσεβοῦντας ἐφύλαξας, καὶ νῦν φθείρεις πιστοὺς γινομένους; πονηροὺς ὄντας διέσωσας, καὶ ἀγαθοεργοῦντας νῦν ἀναιρεῖς; εἰδώλοις ἀνακειμένην τὴν πόλιν ηὔξησας, καὶ βασιλίδα πεποίηκας, καὶ καταστρέφεις σὴν γενομένην; Οὐκ εἰδότες σε διὰ σοῦ τὴν οἰκουμένην ἐκρατήσαμεν, καὶ προσκυνοῦντές σε νῦν καὶ τῆς ζωῆς αὐτῆς ἐκβαλλόμεθα; Τοῦ σοῦ, Βασιλεῦ, ὀνόματος φεῖσαι, μὴ Νινευΐταις ἀπαιτῶν δίκας, φευκτὴν ὡς ἀνόνητον τὴν εὐσέβειαν ποιήσῃς· μὴ δικαίως ἡμᾶς κολάζων τῆς μετανοίας τοῖς ἀνθρώποις κλείσῃς τὴν θύραν.

Εἰ μὲν γὰρ νομοθέτου, καὶ διδασκάλων τυχόντες εἰς πολλὴν κακίαν προήλθαμεν, ἀπαραιτήτως διάφθειρον, ἱκετεύουσι συγγνώμης μὴ μετάδος, χαλεπωτέραν ἧς ἠπείλησας ἐπάγαγε δίκην· εἰ δὲ οὐ μαθόντες, οὐδὲ παιδευθέντες ἐν φαυλότητι, καὶ ἀσεβείᾳ διετελοῦμεν, μὴ τοσοῦτον ὄλεθρον, Βασιλεῦ, τῆς ἀγνοίας ἡμῶν καταψηφίσῃ. Κατακλυσμῷ τοὺς ἀνθρώπους διέφθειρας πάλαι δικαίως· διδάσκοντι γὰρ οὐ προσεῖχον τῷ Νῶε· προεῖπας τὴν ἀπώλειαν, καὶ τὴν ἁμαρτίαν οὐκ ἔφυγον. Σοδομίτας εὐλόγως ἀνέπρησας, δέξασθαι γὰρ τοῦ Λὼτ τὰς συμβουλίας οὐκ ἠθέλησαν. Αἰγύπτιοι κατεπόθησαν εἰκότως μετὰ τοῦ Φαραὼ, Μωσέως γὰρ διδάσκοντος οὐκ ἐπείθοντο πληγέντες πολλάκις, καὶ τῆς σῆς δεξιᾶς πεῖραν λαβόντες. Ἢ παρά τινος ἀντειπεῖν ἐτολμήσαμεν; Ἕνα νῦν μόνον ἀπέστειλας πρὸς ἡμᾶς, οὐδὲ τοῦτον διδάσκαλον, ἀλλὰ καὶ κακῶν μηνυτὴν, καὶ πιστεύσαντες πανδημὶ τὴν σὴν λατρείαν τιμῶμεν. Προθεσμίαν ἡμῖν μικρὰν δέδωκας, καὶ μεταβολὴν ἐν αὐτῇ μεγίστην ἐδείξαμεν. Ἀπωλείας ἡμῖν κηρυχθείσης τὸ σὸν φιλάνθρωπον οὐκ ἀπέγνωμεν. Τοῦ προφήτου τὴν καταστροφὴν καταγγείλαντος, εἰς τὸ σὸν ἠλπίσαμεν ἔλεος. Μὴ ψεύσῃς ἡμῶν, ἀγαθὲ, τὰς ἐλπίδας! Μὴ παύσῃς γλώττας ἀνυμνεῖν σου τὴν χρηστότητα βουλομένας! Μὴ ἀποκτείνῃς ἄνδρας κηρύξαι σου τὴν ἀγαθότητα πάντα σπεύδοντας! Μὴ κωλύσῃς ἡμᾶς διδασκάλους τοῖς ἡμετέροις πᾶσιν εὐσεβείας γενέσθαι! Μὴ διαμείνῃς ὁριζόμενος ὁμοίως πρὸς τοὺς οὐκέτι τοῖς αὐτοῖς διαμείναντες! Ἠλλάγημεν ἡμεῖς, διαλλάγηθι σύ. Στῆσον τὴν ὀργὴν, ὥσπερ τὴν πλάνην ἡμεῖς.

Παῦσον τὴν τιμωρίαν αὐτὸς, ὥσπερ ἡμεῖς τὴν κακίαν. Ἐξεπαίδευσας ἡμᾶς ἱκανῶς τῷ φόβῳ, δὸς καιρὸν λοιπὸν ἡμῖν τὸ περί σε φίλτρον ἐνδείξασθαι. 64.432 Φεῖσαι θρεμμάτων διὰ λιμὸν μυκωμένων· φεῖσαι παίδων ἀναμαρτήτων ὑπὸ κλαυθμοῦ πνιγομένων. Φεῖσαι νηπίων ἀώρων ὑπὸ νηστείας ἐκλελυμένων. Μὴ