1

 2

 3

 4

 5

3

Λέλυται τοίνυν ὁ νόμος ἤδη, ἐν μὲν πράγμασιν ἀργῶν, ἐν δὲ μέ λανι κείμενος· ἔλυσε δὲ αὐτὸν ὁ δεδεμένος Ἰησοῦς. Ὁ δὲ Πιλᾶτος· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Οὐ σὺ μόνον, ὦ Πιλᾶτε, ἀλλ' οὐδὲ Ἰουδαῖοι, ἀλλ' οὐδὲ τυφλοὶ, ἀλλ' οὐδὲ νεκροὶ, οὐδὲ ἥλιος, οὐδὲ σελήνη, οὐδὲ ὁ κόσμος, οὐδὲ οἱ δίκαιοι πάντες προ φῆται καὶ μάρτυρες, οὐδὲ ὁ λέγων προφήτης· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πάντες Πιλάτῳ συντρέχουσι δι καίαν φέροντες ψῆφον· μόνοι μάχονται Ἰουδαῖοι, κραυγῇ δικαζόμενοι, καὶ θορύβῳ τὴν ἀλήθειαν ἐπι σκιάζειν φιλονεικοῦντες, καὶ τὸ τοῦ Ἡσαΐου βεβαιοῦν τες· Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν

. Ἐν ὅσῳ ταῦτα ἐπράττετο, καὶ ὁ Πιλᾶτος οὔτε λέγειν οὔτε ἀκούειν ἠδύνατο διὰ τὴν σύμμικτον ταραχὴν, καὶ στάσις ἐμελετᾶτο. Ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, καλὴ βοηθὸς, ἱέμενον ἄνδρα κατέχουσα, Μη δὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, λέγουσα· εἰ μὲν δύνασαι, σῶσον αὐτόν· εἰ δὲ οὐ δύνασαι, σαυτὸν διάσωσον· μονονουχὶ λέγουσα τὸ τοῦ ∆αυῒδ λόγιον, Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν σου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν σου. Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον κατ' ὄναρ δι' αὐτόν. Ἄλλος Ἰωσὴφ, διὰ τῶν ἐνυπνίων τὴν ἀλήθειαν ὁρῶσα, ταῖς Ἰουδαίων κραυγαῖς ἀντι μαρτυροῦσα· ἔπρεπε γὰρ αὐτοὺς ὑπὸ γυναικῶν ἡτ τᾶσθαι. Ἐνίκησεν αὐτοὺς Ῥαὰβ ἡ πόρνη, ἐνίκησεν αὐτοὺς ἡ αἱμοῤῥοοῦσα, ἐνίκησεν ἡ Χαναναία· καὶ νῦν πάλιν γυνὴ κατ' αὐτῶν. Στενοῦνται· ἀπεκρί θησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν.

Ποῖον νόμον; ποίαις λέξεσι βεβαιούμενον; τάχα ταῖς σή μερον ἀναγνωσθείσαις; Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐ τὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνα τον. Ταύτας εὑρίσκω χρησίμους ἐκείνοις τὰς συλ λαβάς· ἀλλαχοῦ δὲ οὐδαμῶς Ἰησοῦν δικαίως σφατ τόμενον. Εἰσῆλθεν ὁ Πιλᾶτος εἰς τὸ πραιτώριον, ἐν διδοὺς τὸν Ἰουδαίων θυμὸν, σβέσαι φιλονεικῶν ἄσβε στον φλόγα. Εἰσῆλθε, καὶ ἐξῆλθε· μᾶλλον τὸ πῦρ ἐξῆψεν. Ἐξῆλθε γὰρ ἔχων τὸν Ἰησοῦν ἐστεφανωμένον, ἀβούλητον Ἰουδαίοις θαῦμα, δεικνὺς τὸν πολέ μιον αὐτοῖς ἤδη στεφανωθέντα, ἤδη νενικηκότα, ἤδη βασιλικὸν σχῆμα περιβεβλημένον. Τὸ μὲν γὰρ ἦν γενόμενον ἐφ' ὕβρει, αἴνιγμα δὲ ἦν τῆς κατὰ φύσιν βασιλείας. Ὡς δὲ εἶδον αὐτὸν, ὃν πολλάκις εἶδον, ὃν οὐδέποτε εἶδον, ὃν ἀεὶ βλέποντες ὑφάπτονται, τῷ οἰ κείῳ δαπανώμενοι πυρὶ (θελήσουσι γὰρ, εἰ ἐγένοντο 50.815 πυρίκαυστοι), ἐπῆραν αὐτῶν τὴν Σοδομιτικὴν κραυ γὴν, ἐπῆραν καὶ ἐπήρθησαν· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸν βασιλέα ὑμῶν θέλετε σταυρώσω; Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, φασίν. Ἄρνησις χωρὶς διωγμοῦ, ἀθεΐα μετὰ τὰ Αἰγύπτου κακά· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ συνάγοντές σε ἐκ γῆς Αἰγύπτου. Οὐκ ἔχετε βασιλέα, εἰ μὴ Καίσαρα; Τίς οὖν ὡδήγησεν ὑμᾶς ἐπὶ τῆς ἐρήμου; ἢ τίς ἔθρεψε; τίνα ἐπιβοᾶται Μωϋσῆς, λέγων· Κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι; Οὐκοῦν, ἐπείπερ ἠρνήσασθε τὸν ἑαυτῶν βασιλέα, μείνατε λοιπὸν ἀβασίλευτοι, ζυγὸν δουλείας αἰώνιον ἕλκοντες.

Ταῦτα μέχρι ὥρας ἐπράχθη. Ἴδωμεν δὲ καὶ τὸ λειπόμενον μέρος τῆς ἡμέρας· πᾶσα γάρ ἐστιν ἁγία. Ἔλαβον αὐτὸν ἐστεφανωμένον· τίσιν; Ἀκάνθαις, τοῖς Ἰουδαίων δώροις. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· ἐῤῥαπίσθη, ἐτυπτήθη, μάστιγας ἔλαβεν· ἀλλὰ μηδὲν ἐπαισχυνθείς. Στῆθι μετὰ Ἡσαΐου, καὶ βλέπε Θεὸν τοῖς ἐκείνου βλεφάροις. Τί οὖν ἐκεῖνός φησι; Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐκ εἶχε κάλλος, οὐδὲ εἶδος, ὁ παντὸς κάλλους τεχνίτης· ἐθρήνει γὰρ τῶν Ἰουδαίων τὰ κακὰ, ἄνθρωπος, ἐν πληγῇ