1

 2

2

ἡ γαστὴρ τῆς παρθένου. Καὶ ὁ τὸν οὐρανὸν ἐπικρεμάσας τῷ κόσμῳ, εὐτελοῦς ἀπεκρεμᾶτο ξύλου, ἵνα ξύλῳ πλανήσῃ τὸν διὰ ξύλου τὸν Ἀδὰμ ἀπατήσαντα. Φιλαν θρώπῳ τοίνυν προσφεύγωμεν ∆εσπότῃ ὑπὲρ τοῦ πεπονθότος δι' ἡμᾶς. Μὴ φύγωμεν τὰ πάθη· "Συμπάσχομεν γὰρ ἵνα καὶ συνδοξασθῶμεν." Ἡ ἀνάστασις ἀνέστη καὶ χαρᾶς ἡ κτίσις πεπλήρωται. Ὁ γὰρ κῆρυξ τῆς ἀναστάσεως πρῶτος ἐν ἑαυτῷ τὴν ἀνάστασιν ἔδειξεν.

Εἰ γὰρ λόγῳ μὲν ἐκήρυξεν, ἔργῳ δὲ μὴ ὑπέδειξεν, οὐκ ἂν ἐπίστευσαν οἱ λόγον μὲν ἀκούοντες, ἔργον δὲ μὴ θεωροῦντες. Τί οὖν ὁ τῆς ἀναστά σεως ὑπενόησεν κῆρυξ; Ὡς ἰατρὸς ἄριστος πρῶτος ἀπογεύεται τοῦ φαρμάκου, ἵνα οἱ δεόμενοι τῆς ἰατρείας ἀνενδοιάστως λοιπὸν τὸ κή ρυγμα δέξωνται. Πρῶτος οὖν ὁ ∆εσπότης "ἐκ νεκρῶν· Ἀπαρχὴ τῶν κεκοιμημένων" ὁ Χριστός. Καὶ μηδεὶς ἐκεῖνο λεγέτω· Καὶ μὴν εὑρίσκομεν ἄλλους πρὸ αὐτοῦ ἀναστάντας· Ἠλίας ὁ θεσβίτης τὸν υἱὸν τῆς Σαραφθείας πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἀνέστησεν. Ἐλισ σαῖος ὁμοίως τὸν υἱὸν τῆς Σουμανίτιδος. Πῶς οὖν· "Ἀπαρχὴ τῶν κε κοιμημένων Χριστός; Τὸ πλέον λέγω· Αὐτὸς ὁ ∆εσπότης Χριστὸς πρὸ ἑαυτοῦ τετραήμερον νεκρὸν τὸν Λάζαρον ἤγειρεν. Πῶς "ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός; Ὃ λέγομεν ἐπὶ τοῦ Λαζάρου, λέγομεν ἐπὶ πάν των τῶν πρὸ αὐτοῦ ἀναστάντων. Ἀνέστη μὲν ὁ Λάζαρος πρὸ τοῦ ∆εσπό του Χριστοῦ· ἀλλ' ἀνέστη Λάζαρος, ἵνα πάλιν ἀποθάνῃ. Πρὸς ὀλίγον ἀναλαμβάνει τοῦ ζῆν, ἵνα ὑπερετήσῃ τῷ θαύματι καὶ πάλιν ὑπὸ τὴν θα νατικὴν ἀπόφασιν γένηται. Εἰ δὲ "ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός," οὐκέτι πρὸς δεύτερον ἐχώρησε θάνατον, ἀλλὰ χωρίσας ἑαυτὸν καθάπαξ τοῦ σώματος, ὅπερ ἦν ἐξ ἀρχῆς, ἀθάνατος ἔμεινεν.

Μαρτύρησον ὦ Παῦλε τῷ λεγομένῳ· "Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέ θανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ." Τὴν οὖν τελείαν ἀνάστασιν Χριστὸς ἐπεδείξατο πρῶτος. ∆ιὰ τοῦτο· "ἀπαρχὴ τῶν κεκοιμημέ νων" Χριστός, ἵνα ἅπερ ἐπηγγείλατο τοῖς λόγοις, ταῦτα πληρώσῃ τοῖς ἔργοις. Ἂν μὴ γὰρ προϋπάρξῃ θάνατος, οὐκ ἔστιν ἀνάστασις· ἂν μὴ προλάβῃ τὸ πάθος, οὐκ ἔστιν ἰατρεία. Χριστὸς δὲ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, τὰς ψυχικὰς ἡμῶν ἐθεράπευσεν νόσους, τοὺς ψυχοφθόρους δαίμονας ἀπήλασεν. Ἐκεῖνο λεγέτω· Εἰ Θεός, πῶς ἐσταυρώθη; πῶς ἀσώματος φύσις σωματικὴν ὑπέμεινεν ὀδύνην; πῶς ἡ παντοδύναμος ἐξουσία πεῖραν ἐδέξατο θανάτου; Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Οὐχ ἡ θεότης ἐσταυρώθη, ἀλλὰ τὸ περιβόλαιον τῆς θεότητος. Σταυρουμένου δὲ τοῦ σώματος, ἡ θεότης ἠτιμάζετο. Ὁ γὰρ τὸ ἱμάτιον σχίσας, τὸν ἐνδεδυμένον ὑβρίζει· ὁ τὴν βασιλικὴν κατακόψας πορφύραν, τὸν βασιλέα πρὸς ὀργὴν ἐρεθίζει. Καὶ τότε μὲν αὐτὸν ἐσταύρωσαν οἱ Ἰουδαῖοι· νῦν δὲ οἱ τῶν Χριστιανῶν αὐτὸν ἀνασταυροῦσι πρωτόθρονοι. Ὁ γὰρ ἀναχρίσας τὸν Χριστὸν ἀνεσταύρωσεν. "Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα." Ἐπὶ γὰρ τῷ βαπτίσματι τὸ χρῖσμα. Πῶς οὖν ὁ χρισθεὶς μέχρι νῦν ὡς ἄχριστος ἀνεχρίσθη; Τὸ γὰρ περιττὸν χρῖσμα τὸν Χριστιανὸν ἐποίησεν ἄχριστον καὶ σαυτοῦ γέγονας ὡς Ἰούδας προδότης, διὰ χρυσὸν τὸν Χριστὸν ἀρνησάμενος.

∆ιὸ καὶ ἡ τοῦ Ἰούδα περιμένει σε σχοῖνος. ∆εῖ σε γὰρ τὰ ἐκείνου φρονοῦντα πληρῶσαι τὴν ἐσχάτην ἐκείνου. Ἀλλὰ πανταχόθεν τὸν περὶ τῆς ἀναστάσεως συλλέγοντες λόγον καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδειξώμεθα, ἵνα κρειττόνων καὶ ἀκηράτων ἀγαθῶν ἐπιτύχωμεν τῶν καὶ νοῦν καὶ (τὸν) λόγον ὑπερβαινόντων ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.