1

 2

 3

 4

3

ὑμῖν τὸ ἀπόῤῥητον. Ἐπεραιώθην τὸ πέλαγος μόνος τὴν Ἐκκλησίαν βαστάζων· ἡ γὰρ ἀγάπη οὐ στενοῦται. Οὐκ ἐστενοχωρεῖτο τὸ πλοῖον· Οὐ στενοχωρεῖσθε γὰρ ἐν ἡμῖν. Ἀπῄειν τὰ ὑμέτερα μεριμνῶν, κεχωρισμένος μὲν τῷ σώματι, συνημμένος δὲ τῇ γνώμῃ· ἀπῄειν τὸν Θεὸν παρακαλῶν, καὶ παρακατατιθέμενος ὑμῶν τὴν ἀγάπην· ἀπῄειν, ἐκαθεζόμην μόνος τὰ ὑμέτερα μεριμνῶν, βουλευόμενος περὶ ἀποδημίας μόνος. Ἀθρόον ἀωρίας γενομένης γράμματα ἔπεμψεν ἡ θεοφιλεστάτη αὕτη ἐν τῇ πρώτῃ ἡμέρᾳ, ταῦτα λέγουσα τὰ ῥήματα (δεῖ γὰρ αὐτῆς καὶ τὰ ῥήματα εἰπεῖν)· Μὴ νομίσῃ σου ἡ ἁγιωσύνη ὅτι ἔγνων τὰ γεγενημένα. Ἀθῶος ἐγὼ ἀπὸ τοῦ αἵματός σου. Ἄνθρωποι πονηροὶ καὶ διεφθαρμένοι ταύτην τὴν μηχανὴν διεσκεύασαν· τῶν δὲ ἐμῶν δακρύων μάρτυς ὁ Θεὸς, ᾧ ἱερεύω. Οἵαν σπονδὴν ἐξέχεε; τὰ γὰρ δάκρυα αὐτῆς σπονδὴ ἐγένετο. Ὧ ἱερεύω. Ἡ ἱέρεια, αὐτοχειροτόνητος θύουσα τῷ Θεῷ καὶ σπένδουσα δάκρυα καὶ ἐξομολόγησιν καὶ μετάνοιαν, οὐχ ὑπὲρ ἱερέως, ἀλλ' ὑπὲρ Ἐκκλησίας, ὑπὲρ δήμου διεσπαρμένου. Ἐμέμνητο, ἐμέμνητο καὶ τῶν παιδίων καὶ τοῦ βαπτίσματος. Μέμνημαι ὅτι διὰ τῶν χειρῶν τῶν σῶν τὰ παιδία τὰ ἐμὰ ἐβαπτίσθη. Ταῦτα ἡ βασίλισσα· οἱ δὲ ἱερεῖς περὶ φθόνου πάντες ἠγνόουν τὸ χωρίον, ἔνθα κατέλυον. Καὶ τὸ δὴ θαυμαστὸν εἰπεῖν, ἐκείνη μὲν ὡς ὑπὲρ τέκνου τρέμουσα περιῄει πανταχοῦ, οὐ τῷ σώματι, ἀλλὰ τῇ ἰδίᾳ πομπῇ τῶν στρατιωτῶν. Οὐ γὰρ κατείληφε τὸ χωρίον, ἔνθα διῆγον. Πανταχοῦ ἔπεμπε μεριμνῶσα μὴ δολοφονηθῇ, μὴ ἀναιρεθῇ, καὶ ἀπολέσωμεν τὸ θήραμα. Τοῦτο μόνον, καὶ τὰ παρ' ἐμαυτῆς ἐπιδείκνυμι. Ζητῶ μόνον, καὶ οὐ περιγίνονται, 52.446 Οἱ ἐχθροὶ πανταχοῦ περιῄεσαν δίκτυα ἁπλοῦντες, ἵνα λάβωσι καὶ ἐπαναγάγωσιν εἰς τὰς ἐκείνων χεῖρας. Εἶτα καὶ παρεκάλει, καὶ τῶν γονάτων ἥπτετο τῶν βασιλικῶν, κοινωνὸν τὸν ἄνδρα ποιοῦσα τοῦ θηράματος· καθάπερ ὁ Ἀβραὰμ τὴν Σάῤῥαν, οὕτως αὐτὴ τὸν ἄνδρα. Ἀπωλέσαμεν, φησὶ, τὸν ἱερέα, ἀλλ' ἐπαναγάγωμεν. Οὐκ ἔστιν ἡμῖν οὐδεμία ἐλπὶς τῆς βασιλείας, ἐὰν μὴ ἐκεῖνον ἐπαναγάγωμεν. Ἀμήχανον ἐμὲ κοινωνῆσαί τινι τῶν ταῦτα ἐργασαμένων· δάκρυα ἐξαφιεῖσα, τὸν Θεὸν ἱκετεύουσα, πᾶσαν μηχανὴν ἐπιδεικνυμένη. Ἴστε καὶ ὑμεῖς μεθ' ὅσης εὐνοίας ἡμᾶς ὑπεδέξατο, πῶς ἐνηγκαλίσατο ὡς οἰκεῖα μέλη, πῶς μεθ' ὑμῶν ἔλεγε καὶ αὐτὴ σπουδάζειν.

Οὐδὲ γὰρ ταῦτα τὰ ῥήματα ἔλαθε τὴν εὐγνωμοσύνην ὑμῶν, ὅτι ἀπεδέξασθε τὴν μητέρα τῶν Ἐκκλησιῶν, τὴν τροφὸν τῶν μοναζόντων, καὶ προστάτιν τῶν ἁγίων, τῶν πτωχῶν τὴν βακτηρίαν. Ὁ ἔπαινος ἐκείνης δόξα εἰς Θεὸν γίνεται, στέφανος τῶν Ἐκκλησιῶν. Εἴπω θερμὸν αὐτῆς πόθον; εἴπω φιλοτιμίαν τὴν περὶ ἐμέ; Ἐν ἑσπέρᾳ βαθείᾳ χθὲς ἀπέστειλε ταῦτα λέγουσα τὰ ῥήματα· Εἰπὲ πρὸς αὐτόν· ἡ εὐχή μου πεπλήρωται· ἀπῄτησα τὸ κατόρθωμα· ἐστεφανώθην μᾶλλον τοῦ διαδήματος· ἀπέλαβον τὸν ἱερέα, ἀπέδωκα τὴν κεφαλὴν τῷ σώματι, τὸν κυβερνήτην τῇ νηῒ, τὸν ποιμένα τῇ ποίμνῃ, τὸν νυμφίον τῇ παστάδι. εʹ. Κατῃσχύνθησαν οἱ μοιχοί. Ἐὰν ζήσω, ἐὰν ἀποθάνω, οὐκέτι μοι μέλει. Ἴδετε τοῦ πειρασμοῦ τὰ κατορθώματα. Τί ποιήσω, ἵνα ὑμῖν ἀξίαν ἀποδῶ τῆς ἀγάπης τὴν ἀμοιβήν; Ἀξίαν μὲν οὐ δύναμαι, ἣν δὲ ἔχω, δίδωμι. Ἀγαπῶ ἑτοίμως τὸ αἷμά μου ἐκχέειν ὑπὲρ τῆς ὑμετέρας σωτηρίας. Οὐδεὶς ἔχει τέκνα τοιαῦτα, οὐδεὶς ἀγέλην τοιαύτην, οὐδεὶς ἄρουραν οὕτως εὐθαλῆ. Οὐ χρεία μοι γεωργίας· ἐγὼ καθεύδω, καὶ οἱ στάχυες κομῶσιν. Οὐ χρεία μοι πόνου· ἐγὼ ἡσυχάζω, καὶ τὰ πρόβατα τῶν λύκων περιγίνονται. Τί ὑμᾶς καλέσω; πρόβατα ἢ ποιμένας, ἢ κυβερνήτας, ἢ στρατιώτας καὶ στρατηγούς; Πάντα ὑμῖν ἐπαληθεύω τὰ ῥήματα. Ὅταν ἴδω τὴν εὐταξίαν, πρόβατα καλῶ· ὅταν ἴδω τὴν πρόνοιαν, ποιμένας προσαγορεύω· ὅταν ἴδω τὴν σοφίαν, κυβερνήτας ὀνομάζω· ὅταν ἴδω τὴν ἀνδρείαν καὶ τὴν εὐτονίαν, στρατιώτας καὶ στρατηγοὺς ὑμᾶς ἅπαντας λέγω. Ὢ πόνος, ὢ πρόνοια λαοῦ· ἠλάσατε τοὺς λύκους, καὶ οὐκ ἀμεριμνήσετε. Οἱ ναῦται οἱ μεθ' ὑμῶν καθ' ὑμῶν γεγόνασιν, οἵτινες τὸν πόλεμον τῷ πλοίῳ κατεσκεύασαν. Βοᾶτε ἔξω τὸν κλῆρον, καὶ ἄλλον κλῆρον τῇ Ἐκκλησίᾳ. Τίς χρεία βοῆς; Ἀπῆλθον, καὶ ἀπηλάθησαν,