1

 2

2

ἀποκεφαλίσωσι, Ἰωάννην τὸν πρόδρομον· ἐὰν ῥαβδίσωσι, Παῦλον· ἐὰν πρίσωσι, τὸν Ἡσαΐαν. Εἴθε ξυλίνῳ πρίονι, ἵνα τοῦ σταυροῦ τοῦ πόθου ἀπολαύσω. Ἡ σεσωματωμένη πολεμεῖ τὸν ἀσώματον· ἡ λουτροῖς καὶ μυρίσμασι καὶ μετ' ἀνδρὸς περιπλεκομένη, πολεμεῖ τὴν καθαρὰν καὶ ἄσπιλον Ἐκκλησίαν. Ἀλλά γε καὶ αὐτὴ καθίσει χήρα, ἔτι ζῶντος τοῦ ἀνδρός· ὅτι γυνὴ εἶ, καὶ χηρεῦσαι θέλεις τὴν Ἐκκλησίαν. Ἑσπέρας ἐκάλει με τρισκαιδέκατον ἀπόστολον, καὶ σήμερον Ἰούδα προσεῖπε. Χθὲς μετ' ἐλευθερίας συνεκάθητό μοι, καὶ σήμερον ὡς θηρίον μοι ἐπεπήδησε.

Ἔδει τὸν ἥλιον παρ' ἡμῖν σβεσθῆναι, καὶ τὴν σελήνην μὴ φανῆναι, καὶ μόνον τοῦ ῥήματος Ἰὼβ μὴ ἐπιλαθέσθαι. Καὶ γὰρ Ἰὼβ, ὁ τηλικαύτην ὑπομείνας πληγὴν, ἄλλο οὐδὲν ἐβόα ἢ ὅτι, Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ὅτε γὰρ ἡ τούτου γυνὴ ἐβόα λέγουσα· Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα, ἐπετίμησεν αὐτῇ λέγων· Ἵνα τί ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Ὢ ἀχαροῦς γυναικός! ὢ μάλαγμα ὀδυνῶν! Ἆρα, γύναι, σοῦ ποτε ἀῤῥωστούσης τοιαῦτά σοι ἐφθέγξατο Ἰώβ; καὶ οὐχὶ εὐχαῖς καὶ εὐποιίαις ἀπεσμήξατό σου τὴν νόσον; Ὅτε ἐν βασιλικαῖς αὐλαῖς διῆγεν, ὅτε τὰ χρήματα εἶχεν, ὅτε τὴν θεραπείαν τὴν βασιλικὴν, οὐδὲν τοσοῦτον ἔλεγες, καὶ νῦν ὁρῶσα ἐπὶ κοπρίας καθήμενον, καὶ ὑπὸ σκωλήκων συνειλισσόμενον, τοῦτο λέγεις, Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Οὐκ ἤρκει αὐτῷ ἡ πρόσκαιρος παιδεία, ἀλλὰ καὶ διὰ τοῦ ῥήματος αἰωνίαν αὐτῷ τὴν κόλασιν προξενεῖς; Ἀλλὰ τί ὁ μακάριος Ἰώβ; Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας;

Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσωμεν; Τί δὲ καὶ ἡ παράνομος καὶ στυγερὰ, αὕτη ἡ νέα, φημὶ, Ἰεζάβελ οὐ βοᾷ καὶ λέγει ἐκ... καὶ διαπερα.... ἀποδρ... ἀλλὰ ἀποστέλλει μοι ὑπάτους καὶ τριβούνους, καὶ μόνον ἀπειλεῖ. Καὶ τί μοι ἀνῆκεν; Ἀράχναι ὑπὸ ἀράχνης ἀποστελλόμεναι. Ἀδελφοὶ πάντες, ὅτι καὶ ἐν πόνοις ἀπόκειται νίκη, καὶ ἐν τοῖς ἀγῶσιν ἀπόκειται στέφανος, ὡς ὁ θεσπέσιος Παῦλος ἀρτίως ἔλεγε, Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, καὶ λοιπὸν ἀπόκειται ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.