1

 2

 3

 4

 5

 6

5

καὶ πνευμάτων γέμοντι πονηρῶν· ἡ δὲ πολιὰ ὥσπερ εἰς λιμένα ἀκύμαντον τὰς τῶν γεγηρακότων ὁρμίζει ψυχάς, παρέχουσα τῇ παρὰ τῆς ἡλικίας ἐντρυφᾶν ἀσφαλείᾳ. Ταύτης καὶ οὗτος ἀπολαύων νῦν καὶ ἐν τῷ λιμένι, ὡς ἔφθην εἰπών, καθήμενος, τῶν ἐν μέσῳ πελάγει σαλευομένων οὐχ ἧττόν ἐστιν ἐναγώνιος· καὶ τοῦτον ἐδέξατο παρὰ τοῦ Παύλου τὸν φόβον ὃς εἰς τὸν οὐρανὸν ἀναβὰς καὶ εἰς τὸν μετ' ἐκεῖνον ἀναδραμὼν καὶ τρίτου πάλιν ἁψάμενος, ἔλεγε· Φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. ∆ιὰ τοῦτο καὶ οὗτος ἐν διηνεκεῖ κατέστησεν ἑαυτὸν φόβῳ, ἵνα διηνεκῶς ἐν τῷ θαρρεῖν ᾖ καὶ κάθηται ἐπὶ τῶν οἰάκων, οὐκ ἀστέρων ἐπιτολὰς παρατηρῶν, οὐδὲ ὑφάλους καὶ σπιλάδας, ἀλλὰ δαιμόνων ἐπαναστάσεις καὶ διαβόλου κακουργίας καὶ λογισμῶν μάχας καὶ κύκλῳ τὸ στρατόπεδον περιιών, ἅπαντας ἐν ἀσφαλείᾳ καθίστησιν. Οὐ γὰρ ὅπως μὴ βαπτισθείη τὸ σκάφος σκοπεῖ μόνον, ἀλλ' ὅπως μηδὲ τῶν ἐμπλεόντων τις πειραθείη θορύβου τινός, ἅπαντα πραγματεύεται. ∆ιὰ τοῦτον καὶ τὴν τούτου σοφίαν ἡμεῖς ἐξ οὐρίας πλέομεν ἅπαντες, πλήρη τὰ ἱστία πετάσαντες τῆς νηός. Καίτοι γε ὅτε τὸν πρότερον πατέρα ἀπεβάλομεν ὃς καὶ τοῦτον ἡμῖν ἐγέννησεν, ἐν ἀπορίᾳ τὰ ἡμέτερα ἦν. ∆ιὸ καὶ ἐλεεινῶς ἐθρηνοῦμεν ὡς οὐ προσδοκῶντες τὸν θρόνον τοῦτον ἕτερον ἄνδρα τοιοῦτον δέξασθαι. Ἐπειδὴ δὲ οὗτος ἐφάνη καὶ παρῆλθεν εἰς μέσον, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν παρελθεῖν ἐποίησεν ὥσπερ νέφος καὶ τὰ σκυθρωπὰ ἀπέκρυψεν ἅπαντα, οὐ κατὰ μικρὸν ἐξαλείφων ἡμῖν τὸ πένθος, ἀλλ' οὕτως ἀθρόον ὡς ἂν εἰ ὁ μακάριος αὐτὸς ἐκεῖνος ἀπὸ τῆς λάρνακος ἀναστάς, ἐπὶ τὸν θρόνον ἀνέβη πάλιν τοῦτον. Ἀλλὰ γὰρ ἐλάθομεν ἐπιθυμίᾳ πατρικῶν κατορθωμάτων πέρα τοῦ μέτρου τοὺς λόγους ἐξάγοντες, οὐ τοῦ μέτρου τῶν τούτῳ κατωρθωμένων· τούτων γὰρ οὐδέπω ἠρξάμεθα, ἀλλὰ τοῦ προσήκοντος ἡμῖν τῇ νεότητι. Φέρε οὖν ὥσπερ εἰς λιμένα πάλιν τῇ σιγῇ τοὺς λόγους ἀναπαύσωμεν. Ἀλλ' οὐκ ἐθέλουσιν ἀφίστασθαι, ἀλλὰ δυσχεραίνουσι καὶ ἀγανακτοῦσι, πάντως ἐμπλησθῆναι τοῦ λειμῶνος ἐπιθυμοῦντες. Ἀλλὰ τοῦτο ἀμήχανον, ὦ παῖδες. Παυσώμεθα οὖν διώκοντες ἀκίχητα· ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν καὶ τὰ εἰρημένα· ἐπεὶ καὶ ἐπὶ τῶν μύρων τῶν πολυτελῶν, οὐκ ἐὰν τὸν λέβητα χέῃ τις μόνον, ἀλλὰ κἂν ἄκρας τῆς ἐπιφανείας ἅψηται τοῖς δακτύλοις, τόν τε ἀέρα ἀνέχρωσε καὶ τοὺς παρόντας τῆς εὐωδίας ἐνέπλησεν ἅπαντας· ὃ δὴ καὶ νῦν γέγονεν, οὐ διὰ τὴν δύναμιν τῶν ἡμετέρων λόγων, ἀλλὰ διὰ τὴν ἀρετὴν τῶν τούτου κατορθωμάτων. Ἀπίωμεν οὖν, ἀπίωμεν εἰς εὐχὰς καταλύσαντες· δεηθῶμεν ὥστε τὴν κοινὴν ἡμῶν μητέρα ἀσάλευτον μένειν καὶ ἀκίνητον καὶ τὸν πατέρα τοῦτον, τὸν διδάσκαλον, τὸν ποιμένα, τὸν κυβερνήτην, πρὸς μακροτέραν ἐξενεχθῆναι ζωήν. Εἴ τις ὑμῖν καὶ ἡμῶν λόγοςοὐ γὰρ δὴ μετὰ τῶν ἱερέων ἑαυτοὺς καταλέγειν τολμήσομεν, ἐπεὶ μηδὲ θέμις τὰ ἐκτρώματα μετὰ τῶν ἀρτιοτόκων ἀριθμεῖν, εἰ δέ τις ὑμῖν καὶ ἐμοῦ λόγος ὥσπερ ἀμβλωθριδίου τινός, δεήθητε πολλὴν ἡμῖν ἄνωθεν γενέσθαι τὴν ῥοπήν. Ἔδει μὲν γὰρ ἡμῖν καὶ πρότερον ἀσφαλείας ὅτε καθ' ἑαυτοὺς ἐζῶμεν τὸν ἀπράγμονα βίον· ἐπειδὴ δὲ εἰς μέσον ἤχθημεντὸ δὲ πῶς παρίημι, εἴτε ἀνθρωπίνῃ σπουδῇ, εἴτε χάριτι θείᾳ, οὐδὲν γὰρ ὑμῖν φιλονεικῶ, ἵνα μή τις καὶ εἰρωνεύεσθαι φαίη, πλὴν ἀλλ' ἐπειδὴ ἤχθημεν καὶ τὸν ζυγὸν τοῦτον ὑπέδυμεν τὸν ἰσχυρὸν καὶ βαρύν, πολλῶν ἡμῖν δεῖ χειρῶν, μυρίων εὐχῶν, ὥστε δυνηθῆναι τὴν παρακαταθήκην ἀποδοῦναι σώαν τῷ παρακαταθεμένῳ ∆εσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται καὶ εἰσάγωνται καὶ τὰς εὐθύνας ὑπέχωσι. ∆εήθητε τοίνυν μὴ τῶν δεδεμένων ἡμᾶς γενέσθαι, μηδὲ τῶν εἰς τὸ σκότος ἐκβαλλομένων, ἀλλὰ τῶν δυναμένων συγγνώμης γοῦν μετρίας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ