1

 2

 3

 4

 5

4

οὔκ εἰσιν λόγια, ἀλλὰ ῥήματα. 7 Καὶ ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Πῶς κατῆλθεν ὁ θεὸς εἰς κοιλίαν γυναικός; εἰπὲ αὐτῷ· Χρησώμεθα τῇ γραφῇ σου καὶ τῇ γραφῇ μου· ἡ γραφή σου λέγει, ὅτι προεκάθηρεν ὁ θεὸς τὴν παρθένον Μαρίαν ὑπὲρ πᾶσαν σάρκα γυναικός, καὶ κατέβη τὸ πνεῦμα τοῦ θεοῦ καὶ ὁ λόγος εἰς αὐτήν, καὶ τὸ εὐαγγέλιόν μου λέγει· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» Ἰδοὺ μία φωνὴ ἀμφοτέρων τῶν λέξεων καὶ ἓν νόημα. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι πρὸς τὴν ἡμετέραν ἰδιότητα λέγει ἡ γραφὴ κατάβασιν θεοῦ καὶ ἀνάβασιν τροπολογικῶς καὶ οὐ κυριολογικῶς· κυρίως γὰρ κατάβασις καὶ ἀνάβασις ἐπὶ σωμάτων λέγεται κατὰ φιλοσόφους, ὁ δὲ θεὸς τὰ πάντα περιέχει καὶ οὐ περιέχεται ὑπό τινος τόπου. Ἔφη γάρ τις τῶν προφητῶν· «Τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ τῆς θαλάσσης καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ ὅλως, πάντα τὰ ὕδατα ὑπὸ χειρῶν εἰσιν τοῦ θεοῦ καὶ πᾶς ὁ οὐρανὸς σπιθαμὴ καὶ πᾶσα ἡ γῆ δράξ. Πῶς ἐνδέχεται αὐτὸς ἐν ἰδίᾳ χειρὶ τῇ κατεχούσῃ τὰ πάντα καταβῆναι καὶ ἀναβῆναι; 8 Ἐὰν ἐρωτήσῃ σε ὁ Σαρακηνὸς λέγων· Καὶ εἰ θεὸς ἦν ὁ Χριστός, πῶς ἔφαγεν καὶ ἔπιεν καὶ ὕπνωσεν καὶ τὰ ἑξῆς; εἰπὲ αὐτῷ, ὅτι ὁ προαιώνιος λόγος τοῦ θεοῦ ὁ κτίσας τὰ σύμπαντα, καθὼς μαρτυρεῖ ἡ γραφή μου καὶ ἡ γραφή σου, αὐτὸς ἔκτισεν ἐκ τῆς σαρκὸς τῆς ἁγίας παρθένου Μαρίας ἄνθρωπον τέλειον ἔμψυχον καὶ ἔννουν· ἐκεῖνος ἔφαγεν καὶ ἔπιεν καὶ ὕπνωσεν, ὁ δὲ λόγος τοῦ θεοῦ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν οὐδὲ ὕπνωσεν οὐδὲ ἐσταυρώθη οὐδὲ ἀπέθανεν, ἀλλ' ἡ ἁγία σάρξ, ἣν ἔλαβεν ἐκ τῆς ἁγίας παρθένου, ἐκείνη ἐσταυρώθη. Γίνωσκε δέ, ὅτι ὁ Χριστὸς διπλοῦς μὲν λέγεται ταῖς φύσεσιν, εἷς δὲ τῇ ὑποστάσει. Εἷς γάρ ἐστιν ὁ προαιώνιος λόγος τοῦ θεοῦ καὶ μετὰ τὴν πρόσληψιν τῆς σαρκὸς ὑποστατικῶς ἤτοι προσωπικῶς καὶ οὐ φυσικῶς· οὐ γὰρ προσετέθη τῇ τριάδι τέταρτον πρόσωπον μετὰ τὴν ἀπόρρητον ἕνωσιν τῆς σαρκός. 9 Ἐάν σε ἐρωτήσῃ ὁ Σαρακηνός, ὅτι, ἣν λέγετε θεοτόκον, ἀπέθανεν ἢ ζῇ; εἰπὲ αὐτῷ· Οὐκ ἀπέθανεν, θαρρῶν τῇ γραφικῇ ἀποδείξει. Λέγει γὰρ ἡ γραφὴ περὶ τούτου· «Ἦλθεν καὶ ἐπ' αὐτὴν ὁ φυσικὸς τῶν ἀνθρώπων θάνατος, οὐ μὴν καθείρξας ἢ χειρωσάμενος ὡς ἐν ἡμῖν-ἄπαγε-, ἀλλ' ὡς φέρε εἰπεῖν· Ὁ πρῶτος ἄνθρωπος ὕπνωσεν καὶ τὴν πλευρὰν ἀφῃρέθη.» 10 Ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Ἰδοὺ πέπληγμαι ἔν τινι τόπῳ τῆς σαρκός μου, καὶ πληγεῖσα ἡ σὰρξ μώλωπα ἀπετέλεσεν, καὶ ἐν τῷ μώλωπι ἐγένετο σκώληξ. Τίς οὖν αὐτὸν ἔπλασεν; εἰπὲ αὐτῷ, ὡς προείπομεν, ὅτι μετὰ τὴν πρώτην ἑβδομάδα τῆς κοσμοποιίας οὐχ εὑρίσκομεν οἱονδηποτοῦν πρᾶγμα πλάσαντα τὸν θεὸν ἢ πλάττοντα, ἀλλὰ τῷ προστάγματι τοῦ θεοῦ, ὃ προσέταξεν ἐν τῇ πρώτῃ ἑβδομάδι, γίνονται τὰ γινόμενα. Μετὰ γὰρ τὴν παράβασιν κατεκρίθη ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν. Καὶ μέχρι τὸ δεῦρο καὶ μὴ σπερομένη ἀκάνθας καὶ τριβόλους ἀνατέλλει. Τότε δὲ καὶ ἡ σὰρξ ἡμῶν κριθεῖσα μέχρι τῆς σήμερον φθεῖρας καὶ σκώληκας ἀνατελεῖ. 11 Ὁ Σαρακηνὸς ἐρώτα τὸν Χριστιανὸν λοιπόν· Τίς ἐστι παρὰ σοὶ μείζων, ὁ ἁγιάζων ἢ ὁ ἁγιαζόμενος; Γνοὺς δὲ ὁ Χριστιανὸς τὴν ἔνοπλον αὐτοῦ ἐρώτησιν εἶπεν· Ὃ θέλεις εἰπεῖν, γινώσκω. Ὁ Σαρακηνός· Καὶ εἰ οἶδας, ἀνάγγειλόν μοι. Ὁ Χριστιανὸς ἔφη, ὅτι· Ἐάν σοι εἴπω· Ὁ ἁγιάζων μείζων τοῦ ἁγιαζομένου, ἐρεῖς μοι· Ἄπελθε, προσκύνησον τὸν βαπτιστὴν Ἰωάννην ὡς βαπτίσαντα καὶ ἁγιάσαντα τὸν Χριστόν σου. Ὁ δὲ Σαρακηνός· Οὕτως, φησί, σοὶ ἤθελον εἰπεῖν. Αἰνιγματωδῶς ἔφη ὁ Χριστιανὸς πρὸς τὸν Σαρακηνόν· Ἀπερχομένου σου μετὰ τοῦ δούλου σου ἐν τῷ βαλανείῳ καὶ λουόμενος ὑπ' αὐτοῦ καὶ καθαιρόμενος, τίνα ἔχεις εἰπεῖν μείζονα, ἐκεῖνον τὸν οἰκτρὸν δοῦλον καὶ