In nativitatem Christi (homilia 12) (olim sub nomine Joannis Chrysostomi)

 ἀνατολῶν ἐν Ἱεροσολύμοις λέγοντες·Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.

 ἐνσάρκου παρουσίας τοῦ κυρίου, εὐθέως ἐφονοκτόνουν, τούτου χάρινὁ κύριος εὐδόκησε δι' ἐθνικῶν μάγων τὴν προφητείαν ποιήσασθαι, ἵνα γνῶσιν ἐντεῦθεν Ἰου

ἀνατολῶν ἐν Ἱεροσολύμοις λέγοντες·Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ὢ τοῦ παραδόξου θαύματος, ὢ τοῦ φρικτοῦ ἱλαστηρίου, ὢ τοῦ ἀκαταλήπτου μυστηρίου. ἘνΒηθλεὲμ τῆς Ἰουδαίας ὁ δεσπότηςΧριστὸς γεννᾶται,καὶ πρὸ πάντων ὑπὸ μάγων ὁρᾶται· ἐν ἡμέραις Ἡρῴδου, καὶ ἀρχὴν ἡμερῶν λαμβάνει ὁ ἄναρχος· ἐν σπηλαίῳ τίκτεται, καὶ τῇ χειρὶ τὰ πάντα βαστάζει· ἐν φάτνῃ τίθεται, καὶ τροφὴ πάντων γίνεται· σπαργάνοις κατειλεῖται, καὶ λύσιν ἁμαρτιῶν δωρεῖται· ἐκ μήτρας προέρχεται, καὶ τὴν μητέρα παρθένον τηρεῖ· εἰςΑἴγυπτον φεύγει, καὶ εἰς οὐρανοὺς ἀνάγει· ὡς παιδίον βαστάζεται, καὶ ὡς θεὸς γνωρίζεται· Ἀρχέλαον κάμπτει,καὶ τὸν διάβολον τύπτει· μάγους προσκαλεῖται, καὶ Ἰουδαίους ἀπωθεῖται· κύνας τρέφει, καὶ τὰ τέκνα τύπτει. Ἀλλὰ ταῦτα ἀκούων μὴ ἀσπλαγχνίαν τοῦ δεσπότουΧριστοῦ καταψηφίσῃ, ἀλλὰ ῥᾳθυμίαν τῶν Ἰουδαίων· ἀντεστράφη γὰρ ἡ τάξις οὐ τῇ φύσει ἀλλὰ τῇ γνώμῃ, καὶ γέγοναν οἱ κύνες τέκνα, τὰ δὲ τέκνα κύνες. Ἠμείφθη γὰρ ἡ προσηγορία, ἐπειδὴ καὶ ἠλλοιώθη ἡ πολιτεία· οἵα κύων ἡΧαναναία γυνὴ τοὺς εἰδωλικοὺς μακέλλους ἐκλείχουσα, καὶ οἵα θυγάτηρ γέγονε τὸνΧριστὸν καὶ τοὺς μαρτυρικοὺς τύπουςτῶν ἀποστόλων ἀγαπήσασα. Ὅτε μὲν γὰρ τῷ Ἑλληνισμῷ προσεῖχεν, τότε ἔλεγε πρὸς αὐτὴν ὁ κύριος ὀνειδιστικῶς·Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ δοῦναι τοῖς κυναρίοις· ὅτε δὲ τῷΧριστιανισμῷ προσετέθη, τότε ἤκουσεν ἐγκωμιαστικῶς·Θάρσει, θύγατερ, γενηθήτω σοι ὡς θέλεις. Ὅτι δὲ καὶ Ἰουδαίων παῖδες ἀπὸ τέκνων κύνες προσηγορεύθησαν, μὴ παρ' ἐμοῦ δεηθήσῃ μαθεῖν, ἀλλὰ παρὰ τοῦ μακαρίου Παύλου τοῦ ἀπὸ κυνὸς γεγενημένου·Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. Ὅτι δὲ μᾶλλον τῶν Ἰουδαϊκῶν τέκνων οἱ Ἑλληνικοὶ κύνες καὶ ἐπέγνωσαν καὶ ἐπέδραμον τῷ δεσπότῃΧριστῷ, ἐκ τῶν ἀρτίως ἀναγνωσθέντων λάμβανε τὴν ἀπόδειξιν. Οἱ μάγοι ἐθνικοὶ ὑπῆρχον καὶ ἀκροθήνιοι τῶν κακῶν, ἀλλ' ὅμως μόνον εἶδον τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, εὐθέως ἐν Ἱεροσολύμοις κατέδραμον καὶ κόπον ὑπέμειναν, ἵνα θεάσωνται τὸν εἰρηκότα·∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.Καὶ οὐ μόνον κόπους ὑπέμειναν, ἀλλὰ καὶ δῶρα προσήνεγκαν τῷ δεσπότῃΧριστῷ μηδέπω ἀνεγνωκότες τὸν εἰρηκότα·Μὴ ὀφθῇς ἐνώπιον τοῦ θεοῦ σου κενός.Βλέπε μάγων πίστιν· οὐκ ἐσκανδάλισεν αὐτοὺς ἡ φάτνη, οὐκ ἤγαγεν αὐτοὺς εἰς ἀπιστίαν τὸ σπήλαιον,οὐκ εἶπον ἑαυτοῖς τῷ τῆς ἀμφιβολίας λόγῳ κλονούμενοι· Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων;Πόθεν τοῦτο; Ἀντὶ πορφύρας ῥάκκος περιβέβληται· ἀντὶ χρυσοστρώτου κλίνης εἰς τοὔδαφος ἔρριπται· ἀντὶ βασιλικῶν αὐλῶν σπήλαιον ὑαίνης κατέλαβεν.Ποῦ τῶν δορυφόρων τὸ πλῆθος;Ποῦ τῶν ὑπασπιστῶν ἡ θεραπεία;Ποῦ τῆς χαρμοσύνης ἡ εὐωδία;Οὐδεὶς αὐτῷ παρακαθέζεται, μία μόνη γυνὴ παρέπεται καὶ αὐτὴ δεδοίκουσα φαίνεται μὴ γνωσθῇ ὁ τεχθείς.Οὐδὲν τῶν ἐπιτηδείων ἔχει· οὐδὲν βασιλικὸν ὁρῶμεν ἐν αὐτῷ· πτωχοῦ τινός ἐστι τοῦτο τὸ γέννημα. Ἐξέλθωμεν, ὑποστρέψωμεν, τὸν ἀστέρα μετὰ ἀκριβείας ἴδωμεν, μὴ ἄλλον ἀντ' ἄλλου προσκυνήσωμεν καὶ τὸ κέρδος ἀπολέσωμεν. Ἀλλ' οὐδὲν τούτων οἱ μάγοι οὔτε εἶπον οὔτε ἐνενόησαν· μόνον δὲ εἶδον τὸν δεσπότην, εὐθέως καὶ ἐπέγνωσαν καὶ προσεκύνησαν καὶ δῶρα προσεκόμισαν. Ἔπειθε γὰρ αὐτοὺς οὐχ ἡ πτωχότης τοῦ σπηλαίου,ἀλλ' ἡ τοῦ ἀστέρος πλουσιότης· οὐκ ἤγαγεν αὐτοὺς εἰς ἀπιστίαν ἡ εὐτελὴς τοῦ κυρίου τῆς ὁράσεως θέα, ἀλλ' ἔπειθεν αὐτοὺς ἡ περιαστράπτουσα αὐτὸν τῆς θεότητος αἴγλη.Ἐροῦσι δὲ πάντως τινές· Τί οὖν; Ἡ προφητεία αὕτη οὐκ ἠδύνατο ὑπὸ Ἰουδαίων γενέσθαι, ἀλλ' ὑπὸ ἐθνικῶν μάγων;∆ιὰ τί οὖν φησιν ὁ τῶν ὅλων θεὸς διὰ μάγων τὴν προφητείαν ταύτην ἐποιήσατο;∆ιὰ τί; Ἄκουε συνετῶς.Πρὸς κατάκρισιν τῶν Ἰουδαίων· ἐπειδὴ γὰρ μόνον ἤκουον προφήτου περὶ τῆς